On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπὶ μόνης δὲ ταύτης μάλιστ᾽ ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρημένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ᾽ ἤτοι γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέστερον ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον αἱ δ᾽ ἧττον τοιαῦται. συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀποκαθίστασθαι πρὸς τὴν φύσιν.
αἴτιον δὲ ἔτι πρὸς τῷ εἰρημένῳ δι᾽ ὅτι ἡ μὲν κόλουσις κωλύσασα τὴν εἰς τὸν ὄγκον βλάστην κατέμιξε καὶ χείρω τὴν ὑγρότητα τὴν εἰς τὸν καρπὸν ἐποίησε· πλείονος δ᾽ οὔσης ἄπεπτος ὥστε μικρός. καὶ κατακοπτομένη δὲ λαμβάνει τινα ἀποπνοὴν καὶ ἀφαίρεσιν ὥσπερ καὶ ὅταν οἱ σφῆνες διακρουσθῶσιν· ἐλάττονος δὲ γινομένης καὶ αὐτὸ μᾶλλον ἰσχύον διὰ τὴν εὐσθένειαν ἐκπέττει τε μᾶλλον καὶ ἀποκαθίσταται.
ταύτης μὲν οὖν ὥσπερ ἀνασώζεται πάλιν ἡ φύσις. ἔνια δὲ ἐὰν μὴ κολουσθῇ τὸν καρπὸν οὐ πέττει καθάπερ ἡ ἄμπελος ἡ κανθάρεως καλουμένη δι᾽ ὃ καὶ κολούουσιν ἄκρον τὸν βότρυν, εἰ δὲ μὴ σήπει καὶ διαφθείρει. δῆλον οὖν ὡς ἁπλῶς εἰπεῖν ὅτι ἀφαιρέσεως δεῖται τῆς ὑγρότητος. ἡ δ᾽ ἄπιος ἡ φωκὶς κολουομένη βελτίων πρὸς δένδρωσιν οὐ πρὸς εὐκαρπίαν· ἐκτρέχει γὰρ ἄγαν μὴ κολουσθεῖσα καὶ γίνεται μονόκωλος καὶ ἀσθενὴς, εἰ δὲ μὴ παραβλαστάνουσα δενδροῦται.
τάχα δ᾽ ἄν τι συμβάλλοιτο τοῦτο καὶ πρὸς εὐκαρπίαν· ἰσχυροτέρας γὰρ γινομένης ἡ πέψις καλλίων. τῶν δὲ λαχανωδῶν ἢ ποιωδῶν ὅσα κολουόμενα ἢ κειρόμενα βελτίω καθάπερ τά τε πράσα καὶ ἡ
ΤEOPhRAsI 78 ῥάφανος ἢν παλιμβλαστὴς ᾖ καὶ ἡ μηδικὴ καὶ ἡ θρίδαξ καὶ τὸ ὤκιμον ἅπαντα ταῦτα τῇ ἁπαλότητι καὶ εὐτροφίᾳ βελτίω καὶ εὐχυλότερα γίνεται. παραιρεῖται γὰρ ἡ δριμύτης καὶ ἡ ξηρότης καὶ εἰ ἔν τινι τὸ ὀπῶδες τούτων· ἁπαλὰ δὲ καὶ εὐτραφῆ γίνεται διὰ τὸ τὰς ῥίζας ἰσχυροτέρας εἶναι καὶ ὅλως αὐξανομένης ἔτι μᾶλλον κολουομένων τῆς ἰσχύος. αἱ δὲ καὶ ἐπισπῶνται πλείω καὶ καταπέττουσι μᾶλλον. ἔτι δὲ ἀφαιρουμένων τῶν ξυλωδῶν καὶ σκληρῶν ἡ ἐπίδοσις πλείων μηθενὸς ἐμποδίζοντος. ἡ δὲ πρώτη βλάστησις ἐξ ἀσθενοῦς ὡρμημένη μᾶλλον χείρων. αὗται μὲν οὖν ἐν τοῖς χυλοῖς αἱ μεταβολαί.Γίνονται δὲ καὶ κατὰ τὰς ὀσμὰς μάλιστα μὲν αὐτομάτως διὰ τὸν ἀέρα καὶ τὴν χώραν. εὐοσμότερα γὰρ ὡς ἐπὶ πᾶσιν αἱ ξηραὶ ποιοῦσι καὶ ὁ ἀὴρ ὁ τοιοῦτος δι᾽ ὃ καὶ τὰ ἄγρια εὐοσμότερα. τάχα δὲ οὐ πάντως οὐδ᾽ ὀδμωδέστερα, δριμύτερα γάρ· ἀρίστη δὲ ἡ μέση καὶ ὁ μέσος. ἐπεὶ καὶ τὰ ἐν τῇ γῇ ὑδαρῆ καὶ ἄοσμα. καὶ περὶ μὲν ὀσμῶν καὶ χυλῶν αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν ἐπὶ πλέον ἐν τοῖς ὕστερον. αἱ δὲ μεταβολαὶ διότι καὶ ἐν τούτοις γίνονται καὶ φυσικῶς καὶ ἐκ θεραπείας φανερὸν ἐκ τῶν εἰρημένων.
ἔνιαι δὲ δοκοῦσιν ὅλων τῶν δένδρων καὶ φυτῶν αὐτόματαί τινες εἶναι μεταβολαὶ καθάπερ τὴν λεύκην ἐξαιγειροῦσθαί φασι καὶ φύλλοις καὶ τῇ ὅλῃ προσόψει καὶ τὸ σισύμβριον εἰς μίνθαν μεταβάλλειν μὴ κατεχόμενον ταῖς ἐργασίαις καὶ μεταφυτευόμενον πολλάκις, ἔτι δὲ καὶ τὸν πυρὸν ἐξαιροῦσθαι καὶ τὸ λίνον.