On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπεὶ τό γε γινόμενον ταὐτό· παραιρεῖται γὰρ ἀεί τι τῆς φύσεως ἐπικρατοῦν. ὡσαύτως ἀμφοῖν, ξυμβαίνει γὰρ τοῦτο καὶ ἐπὶ τῶν ζώων· ἐκ μελάνων γὰρ λευκὰ γίνεται καὶ ἐκ τραχέων μαλακὰ καὶ ἄλλας τοιαύτας ἔχοντα μεταβολάς. αἴτιον δὲ ἐνταῦθα δοκεῖ τῶν μὲν φανερῶν εἶναι τὸ ὕδωρ τῶν δὲ καὶ ὅλως αἱ τροφαὶ καὶ ὁ ἀήρ· ὥστε κἀκεῖ χρὴ νομίζειν καὶ εἴπου ἄλλοθι τοιοῦτόν τι συμβαίνει τὰς αὐτὰς εἶναι καὶ παραπλησίας ἀνάγκας. τὰ δὲ καθ᾽ ἕκαστα μᾶλλον ἴσως δὲ καὶ μόνως ἄν τις ἀποδοίη τὴν ἐμπειρίαν προσλαβὼν χώρας καὶ τόπου διὰ τῆς ἱστορίας.
Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. βελτίω δὲ καὶ χαίρει γεωργούμενα... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσιν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομέ-
νων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον.ἰδιωτάτη δ᾽ ἂν δόξειεν ἡ ἀπὸ τῆς τῶν ῥιζῶν εἶναι θεραπείας τῆς τε κόπρου τῆς ὑείας ταῖς ῥόαις παραβαλλομένης καὶ εἴ τις ἄλλη τοιαύτη τινὶ δίδοται τροφὴ δι᾽ ἧς γλυκαίνει τὸν χυλόν. λέγεται δὲ καὶ ὡς ἡ πολυϋδρία καὶ ἡ ψυχροϋδρία ποιεῖ τινα μεταβολὴν καὶ ἐμφανέστατα δὴ καὶ μάλιστα ἡ τῶν ἐδαφῶν ἐνίων καὶ τοῦ ἀέρος φύσις ὥσπερ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ· ἐν τούτοις γὰρ καὶ ζητεῖν ὅλως δεῖ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἐδάφει καὶ ὕδατι καὶ ἀέρι καὶ ἐργασίᾳ. καὶ γὰρ ἁπλῶς ἡ γεωργία μεθίστησιν ἐξημεροῦσα τὰ δένδρα καὶ τοὺς καρπούς.
ὑπὲρ μὲν οὖν τῶν λοιπῶν ἕτεραί τινες αἰτίαι ὑπὲρ δὲ τῆς ἀπὸ τῶν ῥιζῶν μεταβολῆς ὑπὲρ ἧς τὰ νῦν ὁ λόγος ἐκεῖνο δεῖ λαβεῖν ὅτι καθάπερ ἀρχαί τινες αἱ ῥίζαι τῶν δένδρων· ἀκολουθεῖν δὲ φιλεῖ ταῖς ἀρχαῖς τὰ ἄλλα. δι᾽ ὃ καὶ ἐπὶ τῶν σικύων ἐλέχθη πρότερον ὅτι βρεχομένων ἐν γάλακτι τῶν σπερμάτων ἢ ἐν μελικράτῳ γλυκύτεροι γίνονται. καὶ ἐπ᾽ ἄλλων. αὗται δὲ καὶ τὴν τροφὴν πεπεμμένην μᾶλλον λαμβάνουσαι καὶ αὐταὶ μεταβάλλουσαι συμμεταβάλλειν ποιοῦσι καὶ τὸ δένδρον· ἀπὸ γὰρ τούτων ἡ διάδοσις. ἐπεὶ καὶ αἱ πολυϋδρίαι καὶ τὰ ἐδάφη καὶ αἱ κατεργασίαι περὶ ταύτας πρῶτον καὶ ἀπὸ τούτων ἀρχόμεναι τὰ ἄλλα συναλλοιοῦσι.
πρὸς ἕτερα δ᾽ ἴσως καὶ ἕτεραι βοήθειαι συνεργοῦσιν οἷον αἱ σχάσεις συκῶν καὶ κλάσεις τῶν ἀμπέλων καὶ αἱ κολάσεις τῶν ἀμυγδαλῶν ἢ πληγαῖς ἢ διειρόντων τοὺς παττάλους· ἀπορρεούσης γὰρ τῆς ὑγρότητος ἡ καταλειπομένη ῥᾷον ἐκπέττεται γλυκύτης. τὰ δ᾽ ἐνοφθαλμιζόμενα ἢ ἐγκεντριζόμενα οὐ πέφυκε μεταβάλλειν ὅτι καθάπερ ἀρχή τις ἑτέρα τούτων ἐστὶν ἧς οὐκέτι δύναται
κατακρατεῖν· ὥσπερ γὰρ γῇ χρῆται τῷ ὑποκειμένῳ τὸ ἐμφυτευόμενον ἢ ἐνοφθαλμιζόμενον ὥσπερ ἐλέχθη.καί εἰσιν αὗται δύο μεταβολαὶ καὶ ἀπὸ δυοῖν, ἥ τε ἀπὸ τῶν ῥιζῶν καὶ ἡ ἀπὸ τῶν ἐνοφθαλμιζομένων ἢ ἐμφυτευομένων, ἡ μὲν αὐτῶν τῶν ὑποκειμένων ἀλλοιουμένων, ἡ δὲ ἑτέρων τινῶν ἐμβαλλομένων δι᾽ ὃ καὶ ἧττον ἐπὶ ταύτης τὸ θαυμαστόν. διὰ τί δ᾽ ἡ ῥόα μάλιστα μὲν μεταβάλλει τὴν μανότητα καὶ τὴν ἀσθένειαν αἰτιάσαιτ᾽ ἄν τις· εὐηκοώτατα γὰρ τὰ τοιαῦτα πρὸς μεταβολήν. ἐπισκεπτέον δὲ καὶ εἴ τις ἄλλη τῆς φύσεως ἰδιότης.
Τῆς δ᾽ εἰς τὸ χεῖρον μεταβολῆς δῆλον ὡς ἐναντίαι αἱ αἰτίαι καὶ ἐμφανεστάτη γε καὶ κοινοτάτη πᾶσιν ἀγεωργησία· πάντα γὰρ ὡς εἰπεῖν ἀπαγριοῦται. ἐνίοτε δὲ καὶ οἱονεὶ πηρώσει τινὶ μεταβάλλουσιν εἰς τὸ χεῖρον κολουόμενα κατὰ τὴν πρώτην γένεσιν τὰ φυτὰ καθάπερ ἡ ἀμυγδαλῆ· πικρὰ γὰρ ἐκ γλυκείας γίνεται καὶ ἐκ μαλακῆς σκληρά· τὰ δ᾽ ἄλλα οὐκ ἔστιν ἐπίδηλα μεταβάλλοντα. καίτοι τά γε τῆς ἀμπέλου φυτὰ καὶ ἀπόλλυται πονοῦντα· τὰ δὲ μᾶλλον καὶ μεταβάλλειν εἰκὸς μᾶλλον ἦν. τῇ γὰρ ἀμυγδαλῇ καὶ τὸ ὅλον φαίνεται παράλογον· ἰσχυρότερον γὰρ τὸ δένδρον.
ἔνια δὲ καὶ βελτίω κολουόμενά φασι γίνεσθαι καθάπερ οἱ Χῖοι τὴν ἄπιον τὴν φωκίδα. τὸ μὲν οὖν ἰσχυρὸν τῆς ἀμυγδαλῆς οὐκ ἐν τῷ αὐτῷ λαμβάνεται. δενδρωθεῖσα μὲν γὰρ ἰσχυρὰ φυομένη δὲ ἀσθενὴς ἄλλως τε καὶ ἀπὸ σπέρματος. ἐπεὶ καὶ μὴ κολουσθεῖσαι πικραὶ γίνονται καὶ σκληραὶ καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη. πᾶν γὰρ ὅλως ἀπὸ σπέρματος ἐξαλλοιοῦται πρὸς τὸ χεῖρον· κινηθείσης δὲ τῆς φυσικῆς ὁρμῆς εἰκὸς ἔτι μᾶλλον, οἷον γὰρ ἄλλη καὶ ἀσθενεστέρα γέγονεν. ἐπεὶ καὶ τὰ ἑψόμενα κωλύεται μὴ ἐν καιρῷ κινούμενα καὶ ἡ γῆ δυσδιάτηκτος ἡ βρεχομένη· ὃ δὲ ἐν ἀρχῇ μέγα καὶ διατενὲς πρὸς τὴν τε
λείωσιν.ἐπὶ μόνης δὲ ταύτης μάλιστ᾽ ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρημένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ᾽ ἤτοι γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέστερον ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον αἱ δ᾽ ἧττον τοιαῦται. συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀποκαθίστασθαι πρὸς τὴν φύσιν.
αἴτιον δὲ ἔτι πρὸς τῷ εἰρημένῳ δι᾽ ὅτι ἡ μὲν κόλουσις κωλύσασα τὴν εἰς τὸν ὄγκον βλάστην κατέμιξε καὶ χείρω τὴν ὑγρότητα τὴν εἰς τὸν καρπὸν ἐποίησε· πλείονος δ᾽ οὔσης ἄπεπτος ὥστε μικρός. καὶ κατακοπτομένη δὲ λαμβάνει τινα ἀποπνοὴν καὶ ἀφαίρεσιν ὥσπερ καὶ ὅταν οἱ σφῆνες διακρουσθῶσιν· ἐλάττονος δὲ γινομένης καὶ αὐτὸ μᾶλλον ἰσχύον διὰ τὴν εὐσθένειαν ἐκπέττει τε μᾶλλον καὶ ἀποκαθίσταται.