On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὁ δὲ κύαμος καὶ εἴ τι τῶν χεδροπῶν ἄλλο μὴ πολύκαρπον δι᾽ ἀσθένειαν ὀλιγόκαρπον· δι᾽ ὃ δὴ καὶ πρωϊσπορεῖται προλαμβανόντων τοὺς χειμῶνας εἰς τὴν ῥίζωσιν· ἔστι δὲ ἐπίκηρον ἐν πολλοῖς καὶ πολλάκις ὥστε ἂν καὶ προ
φανῇ μὴ δύνασθαι τελειοῦν. ἡ δὲ ἀσθένεια καὶ τῇ αἰσθήσει φανερά· μανὸν γὰρ καὶ κενὸν καὶ οὐ πολύρριζον ὥστε εὐδίοδον εἶναι τῷ κακοποιοῦντι.τοῦ μὲν οὖν πολυκαρπεῖν ἐν τούτοις αἱ αἰτίαι καὶ τοῖς ἐπετείοις καὶ τοῖς χρονιωτέροις· ἐπεὶ καὶ αἱ διακαθάρσεις τῶν δένδρων καὶ αἱ κατακοπαὶ ποιοῦσι πολυκαρπεῖν· ὅτι τὰ μὲν ἄλλα κωλύει τὰ δ᾽ αὐτὰ λαμβάνει τὰς τροφάς· τούτων οὖν ἀφαιρεθέντων εἰς τὸν καρπὸν ἡ ὁρμή. καὶ διὰ τοῦτο τὰς ἡρακλεωτικὰς καρύας θαμνώδεις ποιοῦσι κατακόπτοντες· ἐξαναλίσκουσι γὰρ ἀποδενδρούμενα πᾶσαν τὴν τροφήν.
Αἱ δὲ μεταβολαὶ τῶν καρπῶν κατὰ τὰς χώρας δῆλον ὅτι κατὰ τὸν ἀέρα καὶ τὰ ἐδάφη γίνονται, διὰ τούτων γὰρ καὶ ἐκ τούτων αἱ τροφαὶ πᾶσιν. ἰσχυρὸν δ᾽ ἡ τροφὴ πρὸς ὁμοίωσιν εἴ γε καὶ ἐν τοῖς ζώοις οὕτως γίνεται ὁμοιότης. φαίνεται δ᾽ οὐ μόνον τὰ σπέρματα καὶ τὰ φυτὰ καὶ τὰ δένδρα μεταβάλλειν ἀλλὰ καὶ τὰ ζῶα καὶ τρόπον τινὰ μᾶλλον ταῦτα· καὶ γὰρ τὰς μορφὰς ἐξομοιοῦνται κατὰ τοὺς τόπους·
ἐν δὲ τοῖς καρποῖς οὐχ ὁμοίως τοῦτο ἐπίδηλον, οὐ μὴν ἀλλὰ καὶ ἐνταῦθα γίνεται καὶ μάλιστα ἐκδήλως κατὰ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τοὺς χυλούς· χρώματα μὲν οἷον τὰ σπέρματα· λευκὰ γὰρ ἐκ μελάνων καὶ μέλανα ἐκ λευκῶν μεταβάλλει· χυλοὺς δὲ καὶ οἱ καρποί, τὸ δὲ ἐκ τῶν χρωμάτων ἢ οὐκ ἐμφανὲς ἢ οὐχ ὁμοίως συμβαίνει πλὴν ἐὰν ὅλον μεταστῇ τὸ δένδρον ὥστε ἐκ μέλανος γενέσθαι λευκὸν ὅπερ ἐνίοτε συμβαίνει τοῖς ἐκ σπέρματος φυομένοις.
κοινοῦ δὲ τοῦ πάθους ὄντος ὁμοίως ζώων τε καὶ φυτῶν κοινήν τινα δεῖ καὶ τὴν αἰτίαν ζητεῖν· ἐπεὶ κἀκεῖνο ὅμοιον ἔν τε τοῖς σπέρμασι καὶ ἐν τοῖς ζώοις ὥστε μὴ εὐθὺς ἀλλὰ τριγονήσαντα μεταβάλλειν· ἅπαντα γὰρ κατὰ μικρὸν ἐξαλλοιοῦται καὶ μεθίσταται. τὸ δ᾽ ἐπὶ
τῶν δένδρων ἀνάπαλιν εὐλόγως· ἀσθενέστατα γὰρ ἐν ἀρχῇ καὶ μάλιστα ὅταν ἐκ σπέρματος.ἀτοπώτατον δὲ καὶ θαυμάζεται μάλιστα ἐπὶ τῶν δένδρων ἡ εἰς τὸ βέλτιον μεταβολὴ καθάπερ ἐν Αἰγύπτῳ τε καὶ ἔτι μᾶλλον ἐν Κιλικίᾳ τῶν ῥοῶν ἔτι δ᾽ ἡ τῆς μυρρίνης περὶ Αἴγυπτον εὐωδία· τὰς γὰρ ἐπὶ τὸ χεῖρον καὶ πολλὰς ὁρῶμεν καὶ πανταχοῦ δι᾽ ὃ καὶ οὐ θαυμαζομεν. ἔστιν οὖν δῆλον ὅτι καὶ ἐπὶ τῶν σπερμάτων συμβαῖνον ὅταν εἰς τὸ βέλτίον ᾖ σχεδὸν ὅμοιον· ἐν τούτῳ γὰρ ἡ διαφορὰ τῷ τὸ μὲν ἀεὶ τοιοῦτο μένειν ὅταν φυτευθῇ τὸ δ᾽ ἄλλο καὶ ἄλλο μεταβάλλειν·