On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
καὶ γὰρ τὰς ῥίζας ἀσθενεῖς φησιν εἶναι τῶν εὐθέων ἐξ ὧν ἀμφοτέρων γίνεσθαι τὴν φθοράν· ταχὺ γὰρ ἐκ τοῦ ἄνω διϊέναι καὶ τὸ ψύχος καὶ τὴν ἀλέαν ἐπὶ τὰς ῥίζας διὰ τὴν εὐθυπορίαν, ἀσθενεῖς δ᾽ οὔσας οὐχ ὑπομένειν. ὅλως δὲ τὰ πολλὰ τῶν τοιούτων κάτωθεν ἄρχεσθαι γηράσκειν διὰ τὴν ἀσθένειαν τῶν ῥιζῶν. ἔτι δὲ τὰ ὑπὲρ γῆς διὰ τὴν λεπτότητα καμπτόμενα ὑπὸ τῶν πνευμάτων κινεῖν τὰς ῥίζας, τούτου δὲ συμβαίνοντος ἀπορρήγνυσθαι καὶ πηροῦσθαι καὶ ἀπὸ τούτων τῷ ὅλῳ δένδρῳ γιγνεσθαι τὴν φθοράν. ἃ μὲν οὖν λέγει ταῦτά ἐστιν.
οὐ μὴν δόξειέ γ᾽ ἂν ὥσπερ εἴρηται καλῶς λέγειν. οὔτε γὰρ τὸ τῶν ῥιζῶν ἐστιν ἀληθὲς ὥσπερ καὶ πρότερον ἐλέχθη τὸ τῶν μακροβίων εἶναι μακρὰς καὶ παχείας· οὐ γὰρ μακρόβιον οὔθ᾽ ἡ συκῆ οὔθ᾽ ἕτερα τῶν μακρορρίζων καὶ παχυρρίζων οὔτε τὰ εὐθέα καὶ τὰ ὀρθὰ βραχύβια
οἷον ἐλάτη φοῖνιξ κυπάριττος· οὐδ᾽ εὐαυξῆ δὲ ταῦτα οὐδὲ πρωΐκαρπα· καίτοι καὶ ταῦτα ἐχρῆν εὐθὺς τοιούτων γε τῶν πόρων ὄντων καὶ τῶν ῥιζῶν μὴ μακρῶν· ὅσα γὰρ ἀπὸ τῆς αὐτῆς αἰτίας ἅπαντα δεῖ συνακολουθεῖν τοῖς αὐτοῖς.ἀλλὰ μή ποτε οὐ τοῦτο ᾖ τὸ αἴτιον ἀλλὰ τὰ προειρημένα πρότερον, ἐν οἷς καὶ τὸ δυσφυὲς ὅλως καὶ τὸ μικρόκαρπον καὶ ὀλιγόκαρπον καὶ ὅλως τὸ ἰσχυρόν ἐστιν· ἡ γὰρ πυκνότης καὶ ἡ ξηρότης καὶ ἡ στερεότης καὶ ἡ λιπαρότης ἐν οἷς ὑπάρχει καὶ μακροβιότητος καὶ πάντων τῶν τοιούτων αἴτια τὰ δ᾽ ἐναντία τῶν ἐναντίων. ὅσα δὲ πολυκαρποῦντα μὴ βραχύβια μηδὲ ταχὺ γηράσκει καθάπερ ἄπιος ἀμυγδαλῆ δρῦς καὶ πρεσβύτερα γιγνόμενα καρπιμώτερα καθάπερ ἐλέχθη· παραιρουμένης γὰρ τῆς ἰσχύος παραιρεῖται τὸ πλῆθος τῆς τροφῆς ὥστε ῥᾴδιον καταπέττειν τὴν λοιπήν·
ἅμα δ᾽ ἴσως συμβάλλεται καὶ τὸ μὴ ἐνδελεχὲς ἢ πᾶσιν ἤ τισιν· ἡ γὰρ ἄπιος καὶ ἔτι μᾶλλον ἡ ἀμυγδαλῆ προφαίνουσι πολὺν ἐκτρέφουσι δ᾽ οὐ πολλάκις τοῦτον· ἔστι δ᾽ ἐν τῇ τελειώσει ὁ πόνος καὶ ἡ ἀπέρασις. ἡ δὲ συκάμινος ἐλαφρόν τινα καὶ ὑδατώδη καὶ μικρὸν ὡς πρὸς τὸ μέγεθος ἔχει τοῦ δένδρου τὸν καρπόν. ἀλλὰ γὰρ περὶ μὲν μακροβιότητος ἐν τούτοις ἔστωσαν αἱ αἰτίαι· περὶ δὲ πολυκαρπίας τῶν δένδρων εἴρηται πρότερον ὅτι τὰ θερμὰ καὶ μανὰ καὶ ὑγρά.
Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος σήσαμον ἐρύσιμον μήκων κύμινον. αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥᾳδίῳ τὸ πλῆθος. ὡς δ᾽ ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ᾽
ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις·