On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ᾽ ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ’ εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον.

οἷς μὲν οὖν ἐνίοτε τοῦτο συμβαίνει τότε ἄκαρπα γίνεται, οἷς δ᾽ εὐθὺς ἐνταῦθα ἡ ὁρμὴ τῆς φύσεως ὅλως ἄκαρπα. δι᾽ ὃ δὴ καὶ τῶν ἀγρίων ἔνια τοιαῦτ᾽ ἐν τοῖς ὁμογενέσιν ἅπερ ἰσχυρότερα καὶ πυκνότερα καὶ ὡς ἐπὶ πᾶν μείζω γίνεται διὰ τὴν εὐτροφίαν. ἐπεὶ καὶ τὰ μικρόκαρπα πάνθ᾽ ὡς ἐπὶ τὸ πολὺ μείζω καὶ τὰ εἰς μέγεθος ὡρμημένα μικροκαρπότερα καθάπερ καὶ ἡ ἰνδικὴ συκῆ καλουμένη. θαυμαστὴ γὰρ οὖσα τῷ μεγέθει μικρόν τε ἔχει φύσει σφόδρα τὸν καρπὸν καὶ ὀλίγον ὡς εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν· καὶ γὰρ σφόδρα μεγαλόφυλλος ἀφ᾽ ὧν ἔοικε διὰ τὴν εὐβοσίαν καὶ ἡ τῶν ῥιζῶν τῶν καθιεμένων εἶναι γένεσις. ἴσως δ᾽ ἀνάπαλιν ὅτι καὶ εἰς ταῦτα καταμερίζεται, διὰ τοῦτο οὖν ἀσθενέστερός ἐστι καὶ ἐλάττων ὁ καρπός· ὑπὲρ δὲ τῶν ῥιζῶν ἐν ἑτέροις εἴρηται.

μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ᾽ ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα καὶ

εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύκλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον.

Εὐλόγως δὲ καὶ μακροβιώτερα τὰ ἄκαρπα τῶν καρπίμων καὶ τὰ ὀλιγόκαρπα τῶν πολυκάρπων ὅσα μὴ δι᾽ ἀσθένειαν ἢ ὑγρότητα ἢ δι᾽ ἄλλην τινὰ αἰτίαν ἄκαρπα ἢ ὀλιγόκαρπα καθάπερ τά τε πάρυδρα καὶ ἀλσώδη καὶ ὅσα μανὰ καὶ εὔσηπτα καθάπερ ἡ δάφνη· ταῦτα μὲν γὰρ καὶ εἴ τι τοιοῦτον ἄλλο διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ καρποτοκία πολὺ τῆς φύσεως ἀφαιρεῖ καὶ τὸ κυριώτατον ὅπερ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· τὰ γὰρ πολυτοκώτατα καὶ γηράσκει τάχιστα καὶ ἀπόλλυται. φανερὸν δὲ ἀμέλει καὶ ἐπ᾽ αὐτῶν ἐστι τῶν δένδρων· ὅσα γὰρ πολυφόρα καὶ πολύκαρπα ταῦτα καὶ ὅλως καταγηρᾷ θᾶττον καὶ ἐν τοῖς ὁμογενέσιν οἷον ἀμπέλοις συκαῖς τοῖς τ᾽ ἄλλοις, τὰ δὲ στέριφα καὶ ὀλιγόκαρπα χρονιώτερα ὡς εἰπεῖν.

καί ποτε μᾶλλον δὲ πολλάκις ὑπερκαρπήσαντα τὰ δένδρα δι᾽ ἀσθένειαν ἀφαυάνθη καὶ μάλιστα τοῦθ᾽ αἱ ἄμπελοι πάσχουσι καὶ τἆλλα δὲ τὰ πολύκαρπα διὰ τὸ ἐξανηλῶσθαι τὴν φύσιν εἰς τοὺς καρποὺς ὃ καὶ τοῖς σιτηροῖς σπέρμασι καὶ ὅλως τοῖς ἐπετείοις συμβαίνει, δι᾽ ὃ καὶ ἐπέτεια· συνεξαυαίνονται γὰρ εὐθὺς αἱ ῥίζαι τελειουμένων τῶν καρπῶν διὰ τὰς αὐτὰς ἀνάγκας ἐκδιδομένης πάσης τῆς φύσεως. τὰ δὲ δένδρα παραχρῆμα μὲν ἢ οὐ πάσχει τοῦτο ἢ οὐ φανερὰ γίνεται περιϊσταμένης δὲ τῆς ὥρας ἐξεδήλωσεν. ἐὰν δέ τι καὶ ἐπιγένηται τοιοῦτον ἐκ τοῦ ἀέρος ὥστε πιέσαι καὶ κακῶσαι καὶ θᾶττον.