On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἔχουσι δέ τινων τὰς ζωτικὰς ἀρχὰς ὥσπερ ἐλέχθη καὶ ῥίζαι καὶ ἀκρεμόνες καὶ ξύλα καὶ καυλοὶ χωριζόμενοι τῶν φυτῶν ὥστε κινεῖσθαι μέχρι τοῦ βλαστάνειν οἷον αἵ τε σκίλλαι καὶ ὅσα σκιλλώδη καὶ
τὰ τῆς ἐλάας ξύλα καὶ οἱ τῶν κρίνων καυλοὶ καὶ οἱ τῆς βλήχρου κλῶνες· ἀνθεῖ γὰρ καὶ αὕτη περὶ τροπάς, ὃ δὴ καὶ μάλιστα θαυμαστόν· ἐπεὶ τά γ᾽ ἄλλα φαίνεταί τινα ἔχειν ὑγρότητα κούφην καὶ γλίσχραν τὰ δὲ λιπαράν· καὶ ἔτι περιέχεσθαι τὰ μὲν χιτῶσι πλέοσι, τὰ δὲ πυκνότητι τῇ αὑτῶν ὥστε μὴ εὐξήραντα εἶναι· τοῦ δ᾽ ἀέρος μεταβάλλοντος καὶ τῆς οἰκείας ὥρας συμπαθῆ τε γίνεται καὶ βλαστάνει.ἡ δὲ βλῆχρος ξηρὰ φαίνεται παντελῶς, ἀλλὰ δῆλον ὡς ἔχει τινὰ τοιαύτην ἀρχὴν, ἣ κινεῖται τῇ τοῦ ἀέρος ἅμα μεταβολῇ καὶ ἀλλοιώσει. θαυμαστὸν δὲ καὶ τὸ τῆς ὥρας· οὐ γὰρ ἀνιεμένης, ἀλλὰ μᾶλλον ἐπιτεινούσης, εἰ μὴ ἄρα περὶ τὰς ἁλκυονίδας· ἱκανὸς γὰρ ὁποσοσοῦν χρόνος εἰς τὰς τῶν ἀσθενῶν καὶ μικρῶν μεταβολάς. αἱ μὲν οὖν γενέσεις πόσαι τε καὶ ποσαχῶς καὶ τίνες ἑκάστοις οἰκεῖαι φανερὸν ἐκ τῶν εἰρημένων.
Εὐβλαστῆ δὲ καὶ εὐαυξῆ τὰ ἐκ τῶν φυτευμάτων μᾶλλον ἢ ἐκ τῶν σπερμάτων εὐλόγως, ἄλλως τε καὶ ὑπόρριζ᾽ ἂν ληφθῇ· προϋπάρχει γὰρ πολλὰ τῶν μορίων ἃ δεῖται μόνον τροφῆς· τῶν δ᾽ ἐκ τῶν σπερμάτων ἅπαντα ταῦτα ἀνάγκη γεννᾶσθαι πρῶτον ἔπειθ᾽ οὕτως αὐξηθῆναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ῥιζοφυῆ τυγχάνει καθάπερ τὰ κεφαλόρριζα. καὶ γὰρ ἐν τούτοις προΐσταται τῆς φύσεως ἐξ ὧν πλείων ἡ ὁρμὴ πρὸς τὴν βλάστησιν ἢ τῶν σπερμάτων· ῥιζωθῆναι γὰρ ἐκεῖνα δεῖ πρότερον.
ὅσα δὲ κατὰ τὰς ἰδίας φύσεις ὡς ἂν γένος πρὸς γένος ὁ συγκρίνων λάβοι τις, πότερα κατὰ τὰς εὐθύτητας τῶν πόρων ληπτέον, ὥσπερ Δημόκριτος· εὔρους γὰρ ἡ φορὰ καὶ ἀνεμπόδιστος ὥς φησιν· ἢ μᾶλλον ὅσα μανότερα καὶ ὑγρότερα; τὰ μὲν γὰρ πυκνὰ καὶ ξηρὰ δυσαύξητα· πᾶν γὰρ ἔμπυρον τὸ πυκνὸν καὶ ξηρὸν καὶ πικρὸν ὥστε βραδεῖαν εἶναι τὴν ἐπίδοσιν· θα
τέρου δ᾽ ἐν ὀλίγῳ πολλὴ διὰ τὴν μανότητα· καὶ ὅλως ἡ μανότης εὔβλαστόν τι καὶ εὔτροφον.σημεῖον δὲ καὶ τὸ κατὰ τοὺς τόπους καὶ τὰς φυτείας συμβαῖνον· ἐν μὲν γὰρ τοῖς εὐδιεινοῖς καὶ ἀπνευμάτοις ἔτι δὲ ὅταν ἡ φυτεία πυκνὴ εὐαυξῆ μὲν τὰ δένδρα μανὰ δὲ καὶ ὑγρὰ μᾶλλον. ἐν δὲ τοῖς πνευματώδεσι καὶ ψυχροῖς καὶ τῇ φυτείᾳ μανῇ ἀναυξέστερα μὲν, πυκνότερα δὲ καὶ ξηρότερα. συνίστησι γὰρ τὰ πνεύματα καὶ τὰ ψύχη καὶ ὅλως ὁ προσπίπτων ἀήρ· ἅμα δὲ καὶ συστέλλεται καὶ οὐ λαμβάνει τὸν ἶσον ὄγκον. ὡσαύτως δὲ ὅταν ἡ φυτεία μανὴ· καὶ γὰρ ἐνταῦθα πυκνότερα καὶ εἰς βάθος αὐξανόμενα μᾶλλον, ἐν δὲ ταῖς πυκναῖς ἀνάπαλιν.
φανερὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ζώων τοῦτο συμβαῖνον καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· εὐαυξέστερα γὰρ τὰ θήλεα τῶν ἀρρένων ὑγρότερα καὶ μανότερα τὴν φύσιν ὄντα. δῆλον δὲ καὶ ἐπ᾽ αὐτῶν τῶν δένδρων· ῥόα μὲν γὰρ καὶ συκῆ καὶ ἄμπελος εὐαυξῆ, φοῖνιξ δὲ καὶ κυπάριττος καὶ δάφνη καὶ πεύκη καὶ ἐλάα δυσαυξῆ. καίτοι τό γ᾽ εὐθυπορεῖν ὑπάρχει τισὶ τούτων, ἀλλ᾽ ἤτοι πυκνότης ἢ ξηρότης ἢ ἄμφω κωλύει· καὶ γὰρ ἡ ξηρότης ἀναυξής. ἔτι δὲ πρὸς τούτοις ἔνια ὑπὸ τῆς ἀσθενείας· καὶ γὰρ τοιαῦτα δυσαυξῆ καὶ δύστροφα. δεῖ γὰρ μὴ κρατεῖσθαι μηδὲ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ περιέχοντος· ἐπεὶ καὶ τὸ εὐθυπορεῖν προσδεῖται δυνάμεως καὶ τῆς κατεργαστικῆς καὶ τῆς ἀπαθοῦς· ἄλλως δ᾽ οὐδὲν ὄφελος. εὐαυξῆ μὲν οὖν καὶ δυσαυξῆ τοῖς τοιούτοις ἀφοριστέον.
Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα, συκῆ, ἄμπελος, ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ᾽ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα
γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ᾽ ἂν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν.ὅσα δὲ ἰσχυρὰ τῶν σπερμάτων ταῦτα διαμένει μᾶλλον ὥσπερ ὅ τε φοῖνιξ καὶ πεύκη ἡ κωνοφόρος καλουμένη καὶ πίτυς ἡ φθειροφόρος. ὡσαύτως δὲ καὶ τὰ τῶν ἀγρίων· ἴσως δ᾽ οὐκ ἔχει ταῦτά γε μετάβασιν εἰς τὸ χεῖρον· ἡ γὰρ ἀγριότης ἔσχατον. ἀλλ᾽ ἡ εὐχυλία καὶ ἡ εὐσαρκία τούτων πρὸς ἄλληλα γίνεται διὰ τὸν ἀέρα καὶ ἁπλῶς τοὺς τόπους. ἐπεὶ καὶ τὰ ἥμερα εἰς τοῦτο διαφέρει· δύνανται γάρ τινες χῶραι διατηρεῖν τὰς φύσεις, αἱ μὲν μέχρι τινὸς, αἱ δ᾽ ἁπλῶς· αἱ δὲ καὶ μεθιστάναι πρὸς τὸ βέλτιον καθάπερ εἴρηται περί τε τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ ῥοῶν· αἱ μὲν γὰρ γλυκεῖαι καὶ οἰνώδεις, αἱ δ᾽ ἀπύρηνοι καὶ καλλίκοκκοι γίνονται περὶ τὸν Πίναρον ποταμόν.