On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν
τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκωνὠοτοκεῖν μακρὰ δένδρεα.παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει.
χρονιώτερα δὲ ἑτέρων ἕτερα καὶ μάλιστα τὰ πυκνὰ καὶ ξηρὰ καὶ ξυλώδη καθάπερ τὰ τοῦ φοίνικος· οὐκ ἔχει γὰρ οὔτε ἔξωθεν οὐδεμίαν παρείσδυσιν οὔτε ἐν αὐτοῖς ὑγρότητα τὴν διαφθειρομένην. ὅθεν καὶ οὔτε θηριοῦται καθάπερ τὰ σιτηρὰ τῶν σπερμάτων οὔτε ἀναξηραίνεται καθάπερ τὰ τῶν λαχάνων, ἀλλ᾽ ἐν αὑτοῖς περιστέγοντα σώζει τὴν ἀρχήν. ὅτι δ᾽ ἐν ἅπασι σπέρμασι τροφὴ κἀκεῖθεν δῆλον· ἃ γὰρ δοκεῖ ξηρὰ καὶ ὥσπερ κελυφανώδη πάμπαν οἷα τὰ τῶν λαχάνων ταῦτα κινεῖται κατὰ τὰς οἰκείας ὥρας ἐὰν καὶ ὁτιοῦν ἰκμάδος λάβῃ· καὶ διὰ τοῦτο ἐν ὑπερώοις τιθέασι καὶ κρεμάννυσιν ἐν ἀρρίχοις καὶ οὔτε ῥαίνουσιν οὐθ᾽ ὕδωρ ὅλως εἰσφέρουσιν εἰς τὰ οἰκήματα.
τῶν δὲ δὴ λοιπῶν καὶ τῇ αἰσθήσει φανερὰ τὰ προσόντα· καὶ τά γε δὴ τῶν σαρκωδῶν ὡσπερεὶ γαλακτοῦται διαβλαστανόντων. σχεδὸν δὲ ὁμολογούμενον τοῦτο καὶ ἐπὶ τῶν ζώων ἐστίν· οὐδὲ γὰρ ἐν τούτοις ἅπαν τὸ κατὰ πρόεσιν σπέρμα καθαρὸν καὶ εἰλικρινὲς ὑποληπτέον. ὅσα δὲ ξυλώδη καὶ πυρηνώδη περίκειταί τισι φυλακῆς χάριν οἰητέον ὥσπερ καὶ τὰ δερματικὰ καὶ ὑμενώδη· πάντα γὰρ ταῦτα πρὸς τὴν σωτηρίαν ἐστίν· ὑγρὰ γὰρ ἡ ἀρχὴ δυνάμει πάντων.