On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

καὶ ὅταν σχίσαντες ἐντιθῶσι τὸ ἔνθεμα σφηνοειδὲς ποιήσαντες ἐν σφύρᾳ ἐλαύνουσιν ὅπως ὅτι μάλιστα προσαχθῇ· χρὴ δὲ καὶ τῆς ὑγρότητος τῆς αὐτῶν συμμετρίαν τινὰ ὑπάρχειν. δι᾽ ὃ καὶ τὴν μὲν ἄμπελον προαποτέμνουσι ἡμέραις τρισὶ πρότερον ὅπως προαπορρυῇ τὸ δάκρυον καὶ μὴ σήπηται μηδ᾽ εὐρωτιᾷ· ῥόα δὲ καὶ συκῆ καὶ ὅσα τούτων ἐστὶ ξηρότερα παρὰ χρῆμα.

δεῖ δὲ καὶ πρὸς τὰς χώρας λαμβάνειν τὰς οἰκείας ὥρας καὶ πρὸς τὰς τῶν δένδρων φύσεις· ἐπεὶ τὰ μὲν ἔνυδρα, τὰ δὲ ξηρά. καὶ λεπτογείῳ μὲν ἄμεινον τὸ ἔαρ· οἰκεῖον γὰρ οὕτως διὰ τὸ ὀλίγον ἔχειν τὸ ὑγρὸν· ἐν δὲ τῇ εὐγείῳ καὶ πηλώδει τὸ μετόπωρον· τοῦ γὰρ ἦρος πολλὴ λίαν ἡ ὑγρότης πρὸς τὸ διατηρεῖν ἕως ἔτι διαμένει τὸ δάκρυον. ὁρίζονται δέ τινες τοῦτο τριάκονθ᾽ ἡμέραις.

εὔλογον δὲ καὶ τὸ καλλικαρπότερα ταῦτα γίνεσθαι καὶ μάλιστα ἐὰν τὰ ἥμερα εἰς τὰ ἄγρια τιθῆται τῶν φυτῶν· εὐτροφία γὰρ συμβαίνει πλείων διὰ τὴν ἰσχὺν τῶν ὑποκειμένων· δι᾽ ὃ καὶ κελεύουσι κοτίνους φυτεύσαντες ἐνοφθαλμίζειν ἢ ἐμφυτεύειν ὕστερον. ἀντιλαμβάνονται γὰρ μᾶλλον ἰσχυροτέρου καὶ τροφὴν ἐπισπώμενα πλείω καλλίκαρπον τὸ δένδρον ποιεῖ· ἐπεὶ εἴ γέ τις ἀνάπαλιν τὸ ἄγριον εἰς τὸ ἥμερον ἐμβάλλοι, διαφορὰν μέν τινα ποιήσει, τὸ δὲ καλλικαρπεῖν οὐχ ἕξει. καὶ τά μεν περὶ τὰς φυτείας καὶ τὰς ἐμφυτείας ἱκανῶς εἰρήσθω.

Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν

τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων
ὠοτοκεῖν μακρὰ δένδρεα.
παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει.

χρονιώτερα δὲ ἑτέρων ἕτερα καὶ μάλιστα τὰ πυκνὰ καὶ ξηρὰ καὶ ξυλώδη καθάπερ τὰ τοῦ φοίνικος· οὐκ ἔχει γὰρ οὔτε ἔξωθεν οὐδεμίαν παρείσδυσιν οὔτε ἐν αὐτοῖς ὑγρότητα τὴν διαφθειρομένην. ὅθεν καὶ οὔτε θηριοῦται καθάπερ τὰ σιτηρὰ τῶν σπερμάτων οὔτε ἀναξηραίνεται καθάπερ τὰ τῶν λαχάνων, ἀλλ᾽ ἐν αὑτοῖς περιστέγοντα σώζει τὴν ἀρχήν. ὅτι δ᾽ ἐν ἅπασι σπέρμασι τροφὴ κἀκεῖθεν δῆλον· ἃ γὰρ δοκεῖ ξηρὰ καὶ ὥσπερ κελυφανώδη πάμπαν οἷα τὰ τῶν λαχάνων ταῦτα κινεῖται κατὰ τὰς οἰκείας ὥρας ἐὰν καὶ ὁτιοῦν ἰκμάδος λάβῃ· καὶ διὰ τοῦτο ἐν ὑπερώοις τιθέασι καὶ κρεμάννυσιν ἐν ἀρρίχοις καὶ οὔτε ῥαίνουσιν οὐθ᾽ ὕδωρ ὅλως εἰσφέρουσιν εἰς τὰ οἰκήματα.

τῶν δὲ δὴ λοιπῶν καὶ τῇ αἰσθήσει φανερὰ τὰ προσόντα· καὶ τά γε δὴ τῶν σαρκωδῶν ὡσπερεὶ γαλακτοῦται διαβλαστανόντων. σχεδὸν δὲ ὁμολογούμενον τοῦτο καὶ ἐπὶ τῶν ζώων ἐστίν· οὐδὲ γὰρ ἐν τούτοις ἅπαν τὸ κατὰ πρόεσιν σπέρμα καθαρὸν καὶ εἰλικρινὲς ὑποληπτέον. ὅσα δὲ ξυλώδη καὶ πυρηνώδη περίκειταί τισι φυλακῆς χάριν οἰητέον ὥσπερ καὶ τὰ δερματικὰ καὶ ὑμενώδη· πάντα γὰρ ταῦτα πρὸς τὴν σωτηρίαν ἐστίν· ὑγρὰ γὰρ ἡ ἀρχὴ δυνάμει πάντων.