On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

εὔλογοι δὲ καὶ αἱ ὧραι μᾶλλον δὲ ἴσως ἀναγκαῖαι καθ᾽ ἃς καὶ ὅλως ἐπιβλαστήσεις γίνονται μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· δεῖ γὰρ ὀργῶντα φέρειν. παραπλήσιοι δὲ καὶ

οἱ λόγοι καὶ περὶ ἑκάστης οἵπερ καὶ περὶ τῆς φυτείας. οἱ μὲν γὰρ τὴν ἐαρινὴν ἐπαινοῦσιν ἐπ᾽ ἰσημερίαις ἔτι κυόντων· ἅμα γὰρ τῇ ἐγκυήσει καὶ βλαστήσει ὁ φλοιὸς ἐπιφύεται καὶ περιλαμβάνει. οἱ δὲ περὶ τὴν ἐπ᾽ ἀρκτούρῳ· παρὰ χρῆμα μὲν γὰρ οἷον ῥιζοῦται καὶ οἷον ἐπισυμμύει· προσφυὴς δὲ γενομένη πρὸς τὸ ἔαρ ἀθρόον ἀποδίδωσι τὴν βλάστην ἀπὸ ἰσχυροτέρας ἀρχῆς.

εὐλόγως δ᾽ ἔχει τὸ τὰς μασχάλας ἐνοφθαλμίζειν τὰς λειοτάτας καὶ νεωτάτας· ἀντιλαμβάνεται γὰρ ἐντεῦθεν μάλιστα διὰ τήν τε λειότητα καὶ ἡλικίαν· εὔζωα γὰρ καὶ εὐβλαστῆ ἐστι τὰ νέα. μάλιστα δ᾽ εὐφυῆ ὥς γ᾽ ἑνὶ λαβεῖν ὅσων ἡ ὑγρότης ἔχει τι γλίσχρον, ἔτι δ᾽ ἃ μαλακόφλοια καὶ ὁμοιόφλοια καὶ ὁμοιοπαθῆ· δι᾽ ὃ καὶ εἰς τὰ παραπλήσια φύσει καὶ ἡλικίᾳ κάλλιστος ὁ ἐνοφθαλμισμός· ἥ τε γὰρ γλισχρότης καὶ ἀντιληπτικὴ ὅ τε φλοιὸς μαλακὸς ὢν καὶ ὁμοίως εὐμενὴς καὶ οὐ ποιεῖ μεγάλην τὴν μεταβολήν.

ἔστι δὲ τοῖς μὲν ἄλλοις βραχὺς ὁ καιρὸς διὰ τὸ ταχεῖαν εἶναι τὴν βλάστησιν, τῇ ἐλάᾳ δὲ πλείων χρόνος διὰ τὸ πλείω χρόνον ποιεῖν τοὺς ὀφθαλμούς· ἔτι δεῖ ἁπαλὰ τὰ ἔρνη καὶ ἀθρόα διὰ τέλους καὶ τὸν τόπον αὐτῆς ὑγρὸν εἶναι πᾶν τὸ θέρος καὶ ἀπὸ τούτων μάλιστα πάντων βλαστάνει· διὰ τοῦτο οἴονταί τινες καὶ τέτταρας καὶ πέντε μῆνας ἀρδεύεσθαι τὴν ἐμφυτείαν.

τὸ δ᾽ ὕδωρ τῷ μὲν ἐνοφθαλμισμῷ πολέμιον· ἐκσήπει γὰρ καὶ ἀπόλλυσι παραρρέον διὰ τὴν ἀσθένειαν· δι᾽ ὃ καὶ ἐπὶ κυνὶ δοκεῖ ἀσφαλέστατος εἶναι. καίτοι νῦν γέ τινες οὕτως περιδοῦσι τοῖς φλοιοῖς ὥστε μὴ παραρρεῖν. τῇ δ᾽ ἐμφυτείᾳ χρήσιμον ἂν μὴ ᾖ ὑγρὸν τῇ φύσει· δι᾽ ὃ καὶ οἱ μὲν αὐτῷ πηλὸν ἐπικολλαίνουσιν, οἱ δὲ χύτραν προσβάλλουσιν ὕδατος ὥστε κατὰ μικρὸν ἐπιρρεῖν· ἀναξηραίνεται γὰρ ἂν τύχῃ μὴ ἔχον ὑγρότητα διὰ τὸ μέγεθος τῆς ἑλκώσεως.

ὀρθῶς δὲ καὶ διατηρεῖν ἀρραγῆ

τὸν ὀφθαλμὸν καὶ τὸν φλοιὸν καὶ τὸ ἔνθεμα οὕτως ἀποξύειν ὥστε μὴ γυμνοῦν τὴν μήτραν· ῥαγέντος γὰρ ἢ γυμνωθείσης ἀναξηραίνεται καὶ διαφθείρεται. διὰ τοῦτο γὰρ καὶ περιδοῦσι φιλύρας ἔξωθεν φλοιῷ καὶ ἐπὶ τούτοις περιαλείφουσι πηλῷ τετριχωμένῳ ὅπως ἔμμονος ἡ ὑγρότης ᾖ καὶ μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ μήτε ψύχος παραλυπῇ.

καὶ ὅταν σχίσαντες ἐντιθῶσι τὸ ἔνθεμα σφηνοειδὲς ποιήσαντες ἐν σφύρᾳ ἐλαύνουσιν ὅπως ὅτι μάλιστα προσαχθῇ· χρὴ δὲ καὶ τῆς ὑγρότητος τῆς αὐτῶν συμμετρίαν τινὰ ὑπάρχειν. δι᾽ ὃ καὶ τὴν μὲν ἄμπελον προαποτέμνουσι ἡμέραις τρισὶ πρότερον ὅπως προαπορρυῇ τὸ δάκρυον καὶ μὴ σήπηται μηδ᾽ εὐρωτιᾷ· ῥόα δὲ καὶ συκῆ καὶ ὅσα τούτων ἐστὶ ξηρότερα παρὰ χρῆμα.

δεῖ δὲ καὶ πρὸς τὰς χώρας λαμβάνειν τὰς οἰκείας ὥρας καὶ πρὸς τὰς τῶν δένδρων φύσεις· ἐπεὶ τὰ μὲν ἔνυδρα, τὰ δὲ ξηρά. καὶ λεπτογείῳ μὲν ἄμεινον τὸ ἔαρ· οἰκεῖον γὰρ οὕτως διὰ τὸ ὀλίγον ἔχειν τὸ ὑγρὸν· ἐν δὲ τῇ εὐγείῳ καὶ πηλώδει τὸ μετόπωρον· τοῦ γὰρ ἦρος πολλὴ λίαν ἡ ὑγρότης πρὸς τὸ διατηρεῖν ἕως ἔτι διαμένει τὸ δάκρυον. ὁρίζονται δέ τινες τοῦτο τριάκονθ᾽ ἡμέραις.

εὔλογον δὲ καὶ τὸ καλλικαρπότερα ταῦτα γίνεσθαι καὶ μάλιστα ἐὰν τὰ ἥμερα εἰς τὰ ἄγρια τιθῆται τῶν φυτῶν· εὐτροφία γὰρ συμβαίνει πλείων διὰ τὴν ἰσχὺν τῶν ὑποκειμένων· δι᾽ ὃ καὶ κελεύουσι κοτίνους φυτεύσαντες ἐνοφθαλμίζειν ἢ ἐμφυτεύειν ὕστερον. ἀντιλαμβάνονται γὰρ μᾶλλον ἰσχυροτέρου καὶ τροφὴν ἐπισπώμενα πλείω καλλίκαρπον τὸ δένδρον ποιεῖ· ἐπεὶ εἴ γέ τις ἀνάπαλιν τὸ ἄγριον εἰς τὸ ἥμερον ἐμβάλλοι, διαφορὰν μέν τινα ποιήσει, τὸ δὲ καλλικαρπεῖν οὐχ ἕξει. καὶ τά μεν περὶ τὰς φυτείας καὶ τὰς ἐμφυτείας ἱκανῶς εἰρήσθω.

Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν

τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων
ὠοτοκεῖν μακρὰ δένδρεα.
παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει.

χρονιώτερα δὲ ἑτέρων ἕτερα καὶ μάλιστα τὰ πυκνὰ καὶ ξηρὰ καὶ ξυλώδη καθάπερ τὰ τοῦ φοίνικος· οὐκ ἔχει γὰρ οὔτε ἔξωθεν οὐδεμίαν παρείσδυσιν οὔτε ἐν αὐτοῖς ὑγρότητα τὴν διαφθειρομένην. ὅθεν καὶ οὔτε θηριοῦται καθάπερ τὰ σιτηρὰ τῶν σπερμάτων οὔτε ἀναξηραίνεται καθάπερ τὰ τῶν λαχάνων, ἀλλ᾽ ἐν αὑτοῖς περιστέγοντα σώζει τὴν ἀρχήν. ὅτι δ᾽ ἐν ἅπασι σπέρμασι τροφὴ κἀκεῖθεν δῆλον· ἃ γὰρ δοκεῖ ξηρὰ καὶ ὥσπερ κελυφανώδη πάμπαν οἷα τὰ τῶν λαχάνων ταῦτα κινεῖται κατὰ τὰς οἰκείας ὥρας ἐὰν καὶ ὁτιοῦν ἰκμάδος λάβῃ· καὶ διὰ τοῦτο ἐν ὑπερώοις τιθέασι καὶ κρεμάννυσιν ἐν ἀρρίχοις καὶ οὔτε ῥαίνουσιν οὐθ᾽ ὕδωρ ὅλως εἰσφέρουσιν εἰς τὰ οἰκήματα.

τῶν δὲ δὴ λοιπῶν καὶ τῇ αἰσθήσει φανερὰ τὰ προσόντα· καὶ τά γε δὴ τῶν σαρκωδῶν ὡσπερεὶ γαλακτοῦται διαβλαστανόντων. σχεδὸν δὲ ὁμολογούμενον τοῦτο καὶ ἐπὶ τῶν ζώων ἐστίν· οὐδὲ γὰρ ἐν τούτοις ἅπαν τὸ κατὰ πρόεσιν σπέρμα καθαρὸν καὶ εἰλικρινὲς ὑποληπτέον. ὅσα δὲ ξυλώδη καὶ πυρηνώδη περίκειταί τισι φυλακῆς χάριν οἰητέον ὥσπερ καὶ τὰ δερματικὰ καὶ ὑμενώδη· πάντα γὰρ ταῦτα πρὸς τὴν σωτηρίαν ἐστίν· ὑγρὰ γὰρ ἡ ἀρχὴ δυνάμει πάντων.

ἔχουσι δέ τινων τὰς ζωτικὰς ἀρχὰς ὥσπερ ἐλέχθη καὶ ῥίζαι καὶ ἀκρεμόνες καὶ ξύλα καὶ καυλοὶ χωριζόμενοι τῶν φυτῶν ὥστε κινεῖσθαι μέχρι τοῦ βλαστάνειν οἷον αἵ τε σκίλλαι καὶ ὅσα σκιλλώδη καὶ

τὰ τῆς ἐλάας ξύλα καὶ οἱ τῶν κρίνων καυλοὶ καὶ οἱ τῆς βλήχρου κλῶνες· ἀνθεῖ γὰρ καὶ αὕτη περὶ τροπάς, ὃ δὴ καὶ μάλιστα θαυμαστόν· ἐπεὶ τά γ᾽ ἄλλα φαίνεταί τινα ἔχειν ὑγρότητα κούφην καὶ γλίσχραν τὰ δὲ λιπαράν· καὶ ἔτι περιέχεσθαι τὰ μὲν χιτῶσι πλέοσι, τὰ δὲ πυκνότητι τῇ αὑτῶν ὥστε μὴ εὐξήραντα εἶναι· τοῦ δ᾽ ἀέρος μεταβάλλοντος καὶ τῆς οἰκείας ὥρας συμπαθῆ τε γίνεται καὶ βλαστάνει.

ἡ δὲ βλῆχρος ξηρὰ φαίνεται παντελῶς, ἀλλὰ δῆλον ὡς ἔχει τινὰ τοιαύτην ἀρχὴν, ἣ κινεῖται τῇ τοῦ ἀέρος ἅμα μεταβολῇ καὶ ἀλλοιώσει. θαυμαστὸν δὲ καὶ τὸ τῆς ὥρας· οὐ γὰρ ἀνιεμένης, ἀλλὰ μᾶλλον ἐπιτεινούσης, εἰ μὴ ἄρα περὶ τὰς ἁλκυονίδας· ἱκανὸς γὰρ ὁποσοσοῦν χρόνος εἰς τὰς τῶν ἀσθενῶν καὶ μικρῶν μεταβολάς. αἱ μὲν οὖν γενέσεις πόσαι τε καὶ ποσαχῶς καὶ τίνες ἑκάστοις οἰκεῖαι φανερὸν ἐκ τῶν εἰρημένων.