On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τὸ μέντοι παρέπεσθαί τινα τροφὴν εἰς τὸ διαμένειν ἐν τοῖς ψυχροῖς ἔνια τῶν θερμῶν τάχ᾽ ἄν τις συγχωρήσειεν· ἀλλὰ τὰ ποῖα καὶ πῶς τοῦτο πειρατέον διορίζειν, εἰ μὴ ἄρα ἁπλῶς ἰσχύϊ τινὶ μᾶλλον ἢ ῥιζῶν ἢ τῶν ὅλων σωμάτων ἡ διαμονὴ, καθάπερ καὶ τῆς ἀπίου καὶ τῆς ἀχράδος καὶ τῆς ἀμυγδαλῆς, ἃ δὴ καὶ ἥκιστα ἐκπήγνυται. καὶ περὶ μὲν θερμότητος ἐκ τούτων ληπτέος ὁ διορισμός.
Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. δύο γὰρ δὴ μέρη ταῦτ᾽ ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόματον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ᾽ ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ᾽ ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν ποιεῖ μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρότερον.
μέγιστον μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν παντὶ δένδρῳ καὶ ἡμέρῳ καὶ ἀγρίῳ καὶ ὅλως δὲ φυτῷ παντὶ πρὸς εὐβλάστειαν καὶ εὐκαρπίαν τὸ χειμασθῆναι χειμῶσιν ὡραίοις καὶ καλοῖς· οὕτω γὰρ αἱ βλαστήσεις κάλλισται καὶ αἱ καρποτοκίαι
γίνονται. καλὸς δὲ χειμὼν ἐὰν πολυϋδρίαν τε ἔχῃ βόρειον καὶ χιόνος πλῆθος καὶ τὸ ὅλον ψύχη χωρὶς πάγου· δεῖ γὰρ κεκενωμένα τὰ δένδρα μετὰ τοὺς καρποὺς ἀντιπληρωθῆναι πάλιν τῆς τροφῆς καὶ ταύτην πέψαι καὶ κατασχεῖν εἴπερ εὐβλαστῆ καὶ εὔκαρπα μέλλει γενήσεσθαι.τροφῆς μὲν οὖν πλῆθος ἐν ὄμβρου πλήθει, τὸ δὲ κατασχεῖν καὶ πέψαι ταύτην ἐὰν ὁ χειμὼν πιέσῃ καὶ μὴ εὐθὺς ἡ ἐκδρομὴ γένηται. τὰς γὰρ ῥίζας ὀρεγομένας ἀφθόνου τροφῆς διαδιδόναι δεῖ παντὶ τῷ δένδρῳ καὶ ταύτην ὥσπερ κυουμένην καὶ πεττομένην χρόνον λαμβάνειν σύμμετρον. οὐκ ἔσται δὲ τοῦτο ἐὰν μὴ κατάσχῃ τὰ ψύχη· ταχὺ γὰρ ἡ μαλακότης τοῦ ἀέρος ἐκκαλεῖται τὴν βλάστησιν· δι᾽ ὃ τούς τε ὄμβρους συμφέρει βορείους μὴ νοτίους εἶναι καὶ πλῆθος χιόνος ὅπως τηκομένη κατὰ μικρὸν διαδύηται πρὸς τὸ ἔδαφος καὶ μὴ ἀθρόον τὸ ὑγρὸν ἀπορρυῇ προσπεσὸν ἅμα τε καὶ τὴν γῆν ἀναζυμοῖ συγκατακλείουσα καὶ ἐναπολαμβάνουσα τὸ θερμόν. ὃ καὶ τοῖς σπέρμασι συμφέρει·