On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
δῆλον δὲ ὡς, ὅσα τὴν φύσιν ἀσθενῆ, ταῦθ᾽ ἥκιστα ὑπερβλαστάνει, ἀλλὰ σύμμετρος αὐτῶν ἡ εὐβλαστία γίνεται πρὸς τὴν καρπογονίαν· δεῖ γὰρ μήθ᾽ ὑπερβλαστὲς μήτε κακοβλαστὲς εἶναι τὸ καρποτοκῆσον. ἡ δὲ συκῆ καὶ ἡ ἄμπελος ἡ τοιαύτη μάλιστα λαμβάνει τὸ ξύμμετρον διὰ τὴν ἀσθένειαν· δεῖ δὲ ἴσως καὶ χώραν εἶναι μὴ ἀγαθὴν, ἵνα
μηδ᾽ ἐκ ταύτης ᾖ ὑπερβολὴ, διόπερ εἰς τὰς νήσους τὰ τοιαῦτα μᾶλλον ξυμβαίνει. κοινὸς δὲ ὁ λόγος περὶ πάντων τῶν ἀσθενῶν. τούτου μὲν οὖν ἐντεῦθεν τὸ αἴτιον ὑποληπτέον.Ἐν ἅπασι δὲ τοῖς καρποῖς τὸ περικάρπιον πρότερον μᾶλλον ἢ αὐτός γε ὁ καρπὸς καὶ τὸ σπέρμα γίνεται· τοῦτο δ᾽ οὐ μόνον ὅτι ξυλώδη καὶ πυρηνώδη γίνεται τὰ πολλὰ τῶν σπερμάτων, τὰ δὲ τοιαῦτα συνίσταται βραδύτερον, ἀλλὰ καὶ ὅτι τέλος ὥσπερ ἐλέχθη τὸ σπέρμα, δεῖ δὲ τὸ ἕνεκα ἄλλου πρότερον ἢ ἐκεῖνό γε εἶναι· ἐν προϋπάρχοντι γὰρ ἡ τῶν τοιούτων γένεσις. δι᾽ ὃ οὐχ ἅπαντα ἐνίων τὰ περικάρπια σπερμοφόρα καθάπερ τῶν βοτρύων αἱ μικραὶ ῥάγες ὡς οὐκέτι δυναμένης τελειῶσαι τῆς φύσεως ταύτας· γλυκεῖαι δ᾽ οὐδὲν ἧττον τῶν μεγάλων.
ᾗ καὶ δῆλον ὡς ἄρα ῥᾷον ἐκπέψαι τὸ περικάρπιον· ἔοικε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος καὶ τῆς ὥρας συνέψεσθαι τὸ δὲ σπέρμα τῆς φύσεως ἰδιώτερον εἶναι. πρὸς ἡμᾶς δὲ τὰ μὲν ἐν οὐδενὶ, τὰ δὲ ἐν ἐλάττονι λόγῳ, ἐλάττων γὰρ ἡ χρεία, δι᾽ ὃ καὶ τὰ ἀπύρηνα καὶ τὰ μαλακοπύρηνα μάλιστα ζητοῦμεν καὶ ἐφ᾽ ὅσον δυνάμεθα τοῦτο σπεύδομεν ὥσπερ οἱ τοὺς βότρυς τοὺς ἀγιγάρτους ποιοῦντες. ἡ δὲ φύσις δῆλον ὡς ἀμφοῖν ἀποδιδόναι βούλεται τὸ σύμμετρον.
ὁπότερον δ᾽ ἂν πλεονάζῃ θάτερον ἔλαττον· τοῦτο δὲ τῶν μὲν δι᾽ ὑγρότητα καὶ ἁπλῶς εὐτροφίαν γίνεται· δι᾽ ὃ καὶ τὴν γεωργίαν ἔφαμεν ξυμπονεῖν. τῶν δὲ διὰ ξηρότητα καὶ πυκνότητα καὶ τὸ ὅλον ἀτροφίαν. καὶ πρὸς μὲν τὴν ἑκατέρου τελείωσιν καὶ πέψιν, τάχα δὲ καὶ τῶν φυτῶν γένεσιν ὅλως καὶ πρωϊβλαστίαν ἅπαντα τὰ τοιαῦτα τήν τε τοῦ ἀέρος καὶ τοῦ ἡλίου δύναμιν αἰτιατέον καὶ τὰς ἰδίας ἑκάστων φύσεις εἴτ᾽ οὖν ὑγρότητι καὶ ξηρότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τοῖς τοιούτοις διαφερούσας
εἴτε θερμότητι καὶ ψυχρότητι·καὶ γὰρ ταῦτα τῆς φύσεως· τούτων δὲ τὰ μὲν ἄλλα σχεδὸν τῇ αἰσθήσει φανερά· τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἐπείπερ οὐκ εἰς αἴσθησιν, ἀλλ᾽ εἰς λόγον ἀνήκει, διαμφισβητεῖται καὶ ἀντιλέγεται καθάπερ τὰ ἄλλα τὰ τῷ λόγῳ κρινόμενα· περὶ ὧν καλῶς ἔχει διωρίσθαι πως, ἄλλως τ᾽ ἐπεὶ καὶ πολλὰ πρὸς ταύτας ἀνάγεται τὰς ἀρχάς. ἀνάγκη δὲ ἐκ τῶν συμβεβηκότων ἅπαντα τὰ τοιαῦτα σκοπεῖν· ἐκ τούτων γὰρ κρίνομεν καὶ θεωροῦμεν τὰς δυνάμεις.