On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Φέρει δὲ τοὺς καρποὺς τὰ μὲν ἐκ τῶν ἔνων, τὰ δὲ ἐκ τῶν νέων βλαστῶν διεστῶτα ταῖς φύσεσιν εὐθὺς κατὰ τὰς κράσεις. ὅσα μὲν ξηρὰ καὶ πυκνὰ καὶ ξυλώδη ταῦτα μὲν ἐκ τῶν ἔνων, ἅτε μικρᾶς καὶ βραχείας οὔσης τῆς ἐπιρροῆς. ἅμα δὲ καὶ ὁ βλαστὸς ἀσθενὴς ὥστε μήτε μετενεγκεῖν δύνασθαι μήτε κατασχεῖν, ὥσπερ ὁ τῆς ἐλάας. ὅσα δὲ ὑγρὰ καὶ μανὰ καὶ τὸ ὅλον εὐτραφῆ, ταῦτα ἐκ τῶν νέων· ἀθρόα γὰρ ἡ ὁρμὴ καὶ πολλὴ, δι᾽ ὃ ἄμφω δύναται ποιεῖν ἅμα τόν τε βλαστὸν καὶ τὸν καρπόν. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκ τῶν ἔνων φέροντ᾽ ἀποβλάστημά τι ποιεῖται μικρὸν καὶ οὐκ εὐθὺς ἐκ τοῦ ξυλώδους ὁ καρπός· οὐδὲ γὰρ οὐδὲ πέφυκεν ἂν μή τι παράλογον.

ἰδιωτάτη δὲ καὶ πρὸς τὰ ἄλλα καὶ πρὸς αὐτὰ τὰ ξυλώδη τῶν καρπῶν ἡ γένεσις τοῦ φοίνικος, οὐ τῷ φέρειν ἀπό τινων ἔνων ἢ νέων, ἀλλὰ τῷ κυούμενον πρότερον ὥσπερ τὰ σταχυηρὰ τῶν σπερμάτων ἐκφαίνειν. ἐκ γὰρ τῶν ὁμογενῶν, ἃ καλοῦσί τινες πλοῖα, περιρρηγνυμένων ἐκφαίνεται καθάπερ στάχυς ἡ ῥάβδος ἔχουσα πρὸς ἑαυτῇ τὸν καρπόν. αἰτιάσαιτο δ᾽ ἄν τις τὴν ξηρότητα τοῦ δένδρου καὶ τὴν ὅλην μορφήν· ἐπεὶ γὰρ φυλακῆς οἱ καρποὶ δέονται καὶ ἔξω συνιστάμενοι καὶ ἐξ αὐτῶν προφαινόμενοι τοῖς μὲν ἄλλοις τὰ φύλλα ταῦτα ποιεῖ καθάπερ εἴρηται· τούτου δὲ ἐπείπερ οὐ παρὰ τὸ φύλλον ὁ καρπὸς ἀναγκαῖον ἐν αὐτῷ πως τὴν σύστασιν γενέσθαι ὅπως ἰσχύων ἤδη καὶ μεμορφωμένος ἀποδοθῇ τῷ ἀέρι. διόπερ ἐν τῷ συγγενεῖ καὶ οἰκείῳ τὴν κύησιν ἐξέτεκεν. ἴσως δὲ εἴπερ ὅμοιον τὸ σταχυοβολεῖν τοῦτο καὶ πλειόνων ἐστὶ καὶ τὴν αἰτίαν κοινήν τινα λεκτέον· ἀλλ᾽ εἰ ἄρα μόνῳ τῶν δένδρων τῷ φοίνικι τοῦτο συμβαίνει· τὸ γὰρ ἴδιον ἐν τοῖς ὁμογενέσι θαυμάζεται· περὶ μὲν οὖν τούτου σκεπτέον.

παρενιαυτοφόρα δὲ καὶ οὐκ ἐπετειοφόρα τῶν δένδρων ὡς τύπῳ λαβεῖν τὰ ξηρὰ

καὶ ξυλώδη καὶ ὅσα μὴ ἐκ τῶν νέων, ἀλλ᾽ ἐκ τῶν ἔνων φέρει τοὺς καρπούς. οἷον γὰρ προσυλλέξαι δεῖ καὶ προγεννῆσαι τὸ γεννῶν· οὐ δύναται δ᾽ ἅμα ταῦτα διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, ὥσπερ τὰ εὔχυλα καὶ εὔτροφα· μάλιστα δ᾽ ἐπιδήλως ἡ ἐλάα τοιοῦτο, καὶ γὰρ ἀσθενέστατον καὶ ἐπικηρότατον καὶ ἅμα ῥαβδιζομένη πονεῖ καὶ κατακοπτομένη τὰς θαλείας· ἐπεὶ ὅσοι γε μὴ οὕτω συλλέγουσιν, ἀλλὰ αὐτομάτως ἀεὶ τὴν ἀπορρέουσαν καὶ ἀποσείοντες ἐπετειοφορεῖν φασι μᾶλλον.

μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν. ἐν γοῦν τῇ Ὀλυνθίᾳ φασὶν ὡς ἀεί τι καρποφορεῖ, παραλλαγὴν δὲ ποιοῦνται κατὰ τριετίαν. ὅσα δὲ ἰσχυρότερα τῶν ἐκ τῶν ἔνων φερόντων οἵας ἂν ὁ θεὸς ἄγῃ τὰς ὥρας οὕτως καὶ τὰ τῶν καρπῶν ἀποδιδόασιν, ὥσπερ καὶ τὰ ἐκ τῶν νέων καρποφοροῦντα· καὶ γὰρ ταῦτα ξυνακολουθεῖ ταῖς ὥραις καὶ τῇ κράσει τοῦ ἀέρος.

συμβαίνει δὲ, ὅταν εὐβλαστῶσι ἄγαν, ἀκαρπεῖν μᾶλλον, ὅταν δ᾽ εὐκαρπῶσιν, ἀβλαστεῖν ὡς οὐ δυναμένης εἰς ἄμφω διήκειν τῆς φύσεως, ἀλλὰ καὶ καταναλισκούσης θάτερον πρὸς θάτερον. ἴδιον δὲ τὸ ἐπὶ τῆς συκῆς καὶ τῶν λευκῶν ἀμπέλων συμβαῖνον, ὥς τινές φασι· ταῦτα γὰρ ὅταν εὐβλαστῶσι τότε μάλιστα εὐκαρπεῖ. εἰ δὲ τοῦτό ἐστι καὶ τὸ πρότερον εἰρημένον ἀληθές· ἡ γὰρ εὐβλάστεια ἀφαιρεῖται τοὺς καρπούς· γίνεται δὲ τοῦτο μάλιστα χώρας ἀρετῇ καὶ ἰσχύϊ τῶν δένδρων· ἐν γῇ μὲν γὰρ ἀφθόνῳ τάδε ἑλκῦσαι δεινὰ διὰ τὴν ἰσχὺν, ὥσπερ ἡ ἀμυγδαλῆ καὶ ἡ ῥόα.

δῆλον δὲ ὡς, ὅσα τὴν φύσιν ἀσθενῆ, ταῦθ᾽ ἥκιστα ὑπερβλαστάνει, ἀλλὰ σύμμετρος αὐτῶν ἡ εὐβλαστία γίνεται πρὸς τὴν καρπογονίαν· δεῖ γὰρ μήθ᾽ ὑπερβλαστὲς μήτε κακοβλαστὲς εἶναι τὸ καρποτοκῆσον. ἡ δὲ συκῆ καὶ ἡ ἄμπελος ἡ τοιαύτη μάλιστα λαμβάνει τὸ ξύμμετρον διὰ τὴν ἀσθένειαν· δεῖ δὲ ἴσως καὶ χώραν εἶναι μὴ ἀγαθὴν, ἵνα

μηδ᾽ ἐκ ταύτης ᾖ ὑπερβολὴ, διόπερ εἰς τὰς νήσους τὰ τοιαῦτα μᾶλλον ξυμβαίνει. κοινὸς δὲ ὁ λόγος περὶ πάντων τῶν ἀσθενῶν. τούτου μὲν οὖν ἐντεῦθεν τὸ αἴτιον ὑποληπτέον.

Ἐν ἅπασι δὲ τοῖς καρποῖς τὸ περικάρπιον πρότερον μᾶλλον ἢ αὐτός γε ὁ καρπὸς καὶ τὸ σπέρμα γίνεται· τοῦτο δ᾽ οὐ μόνον ὅτι ξυλώδη καὶ πυρηνώδη γίνεται τὰ πολλὰ τῶν σπερμάτων, τὰ δὲ τοιαῦτα συνίσταται βραδύτερον, ἀλλὰ καὶ ὅτι τέλος ὥσπερ ἐλέχθη τὸ σπέρμα, δεῖ δὲ τὸ ἕνεκα ἄλλου πρότερον ἢ ἐκεῖνό γε εἶναι· ἐν προϋπάρχοντι γὰρ ἡ τῶν τοιούτων γένεσις. δι᾽ ὃ οὐχ ἅπαντα ἐνίων τὰ περικάρπια σπερμοφόρα καθάπερ τῶν βοτρύων αἱ μικραὶ ῥάγες ὡς οὐκέτι δυναμένης τελειῶσαι τῆς φύσεως ταύτας· γλυκεῖαι δ᾽ οὐδὲν ἧττον τῶν μεγάλων.

ᾗ καὶ δῆλον ὡς ἄρα ῥᾷον ἐκπέψαι τὸ περικάρπιον· ἔοικε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος καὶ τῆς ὥρας συνέψεσθαι τὸ δὲ σπέρμα τῆς φύσεως ἰδιώτερον εἶναι. πρὸς ἡμᾶς δὲ τὰ μὲν ἐν οὐδενὶ, τὰ δὲ ἐν ἐλάττονι λόγῳ, ἐλάττων γὰρ ἡ χρεία, δι᾽ ὃ καὶ τὰ ἀπύρηνα καὶ τὰ μαλακοπύρηνα μάλιστα ζητοῦμεν καὶ ἐφ᾽ ὅσον δυνάμεθα τοῦτο σπεύδομεν ὥσπερ οἱ τοὺς βότρυς τοὺς ἀγιγάρτους ποιοῦντες. ἡ δὲ φύσις δῆλον ὡς ἀμφοῖν ἀποδιδόναι βούλεται τὸ σύμμετρον.

ὁπότερον δ᾽ ἂν πλεονάζῃ θάτερον ἔλαττον· τοῦτο δὲ τῶν μὲν δι᾽ ὑγρότητα καὶ ἁπλῶς εὐτροφίαν γίνεται· δι᾽ ὃ καὶ τὴν γεωργίαν ἔφαμεν ξυμπονεῖν. τῶν δὲ διὰ ξηρότητα καὶ πυκνότητα καὶ τὸ ὅλον ἀτροφίαν. καὶ πρὸς μὲν τὴν ἑκατέρου τελείωσιν καὶ πέψιν, τάχα δὲ καὶ τῶν φυτῶν γένεσιν ὅλως καὶ πρωϊβλαστίαν ἅπαντα τὰ τοιαῦτα τήν τε τοῦ ἀέρος καὶ τοῦ ἡλίου δύναμιν αἰτιατέον καὶ τὰς ἰδίας ἑκάστων φύσεις εἴτ᾽ οὖν ὑγρότητι καὶ ξηρότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τοῖς τοιούτοις διαφερούσας

εἴτε θερμότητι καὶ ψυχρότητι·

καὶ γὰρ ταῦτα τῆς φύσεως· τούτων δὲ τὰ μὲν ἄλλα σχεδὸν τῇ αἰσθήσει φανερά· τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἐπείπερ οὐκ εἰς αἴσθησιν, ἀλλ᾽ εἰς λόγον ἀνήκει, διαμφισβητεῖται καὶ ἀντιλέγεται καθάπερ τὰ ἄλλα τὰ τῷ λόγῳ κρινόμενα· περὶ ὧν καλῶς ἔχει διωρίσθαι πως, ἄλλως τ᾽ ἐπεὶ καὶ πολλὰ πρὸς ταύτας ἀνάγεται τὰς ἀρχάς. ἀνάγκη δὲ ἐκ τῶν συμβεβηκότων ἅπαντα τὰ τοιαῦτα σκοπεῖν· ἐκ τούτων γὰρ κρίνομεν καὶ θεωροῦμεν τὰς δυνάμεις.