On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἡ δὲ ἔκφυσις δῆλον ὅτι πανταχόθεν· πανταχοῦ γὰρ διαμένει μέχρι τινὸς ἡ ὑγρότης καὶ ἡ θερμότης διὰ τὸ μὴ εὐξήραντον εἶναι τῇ πυκνότητι τῶν πόρων, δι᾽ ὃ καὶ δυσδιάπνευστον. ὁ μὲν οὖν φοῖνιξ διὰ ταῦτα πλεοναχῶς γίνεται. τῶν δὲ ἄλλων τῶν μονοφυῶν οὐδὲν διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν φύσιν.
Ὅσα δὲ πλείους γεννᾶται τρόπους ἔχει καὶ ἐν αὐτοῖς διαφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ᾽ ἂν καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν οὐκ ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἴτιον ἐν ἀμφοῖν ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ
ξυλώδη τὰ μέσα καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη·καὶ ἐπὶ τῆς ἰτέας δὲ καὶ τῶν ἄλλων ὁμοίως. ἐλάας δὲ τὰ μὲν τῶν ἀκρεμόνων ἔνικμα διὰ τὴν λιπαρότητα καὶ πυκνότητα καὶ ἀμφοτέρως οὐκ εὐξήραντα, τὰ δ᾽ ἄκρα διὰ λεπτότητα ξηρὰ καὶ οὐ δυνάμενα διαμένειν. ὡσαύτως καὶ ἀπίου καὶ ἀμυγδαλῆς καὶ μηλέας καὶ δάφνης καὶ ἄλλων· ἀβλάστητα γὰρ τὰ τούτων διὰ τὴν αὐτὴν αἰτίαν πλὴν εἴ τι σπάνιον καὶ ὡς ἐν παραλόγῳ· καὶ γὰρ τὸ ἀπ᾽ ἀκρεμόνων ἐνίων σπάνιον οἷον ἀμυγδαλῆς· δάφνην δὲ ἀδύνατον, ἐπεὶ οὐδὲ ἀπὸ παρασπάδος θέλει ῥᾳδίως. αἰτία δ’, ὥσπερ ἐλέγομεν, ἡ ξηρότης καὶ τούτου γ᾽ ἔτι ἡ μανότης· ἀσθενέστερον γὰρ καὶ πρὸς τὸ διατηρῆσαι ἐπὶ πλεῖον τὸ μανόν.