On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἔστι γὰρ εὐθὺ τῇ φύσει καὶ τοῖς ζώοις καὶ τοῖς φυτοῖς ὥσπερ τὰ ἥμερα καὶ τὰ ἄγρια καὶ τὰ πολύκαρπα, τὰ δὲ ὀλιγόκαρπα, τὰ δ᾽ ὅλως ἄκαρπα. τὸ γὰρ τῶν ἐρινεῶν ἕτερον γένος οὐ δυνάμενον πέττειν οὐδὲ διϊκνεῖσθαι πρὸς τὴν τελείωσιν. ἕτερον δὲ καὶ τὸ τῶν ἀμπέλων τῶν μαινομένων καλουμένων, αἳ οὐ μόνον βλαστά-
νουσιν, ἀλλὰ καὶ πέττουσι καὶ ἀνθοῦσι καὶ βοτρυοῦνται καὶ οὐ δύνανται τελειοῦν. ὡσαύτως δὲ καὶ τῶν ῥοῶν καὶ εἴ τι ἄλλο μέχρι τοῦ ἄνθους ἀφικνεῖται μόνον. ἐν γὰρ τῇ ἰδίᾳ φύσει τὰς διαφορὰς ἕκαστα τούτων ἔχοντα δικαίως ἕτερ᾽ ἂν λέγοιντο κατὰ τὸ εἶδος.ὅσα δὲ δύνανται βλαστάνειν καὶ ἀνθεῖν καὶ πεπαίνειν κατ᾽ ἄλλα καὶ ἄλλα μέρη καθάπερ ἡ μηδικὴ μηλέα ταῦτα μείζω τινὰ ἔχει καὶ ἰδιωτέραν δύναμιν ἐν ἑαυτοῖς εἴπερ αἰεὶ διὰ τέλους τοῦτο δρᾷ· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τῷ ἀέρι πρότερον ἐλέχθη τῷ μαλακῷ καὶ εὐκράτῳ καθ᾽ ὃν ἡ καρποφορία καὶ ἡ βλάστησις· πλὴν ἐκείνων μὲν ὁ ἀὴρ αἴτιος δι᾽ ὃ καὶ πᾶσι κοινὸν, ἐνταῦθα δὲ ἡ τοῦ δένδρου φύσις καὶ δύναμις εὔκρατος οὖσα πρὸς ἁπάσας τὰς ὥρας.
Ἐπεὶ δ᾽ ἕτερον τὸ περικάρπιον, τοῦτο γὰρ πρὸς τὴν χρῆσιν ἡμῶν, ἀνάγκη μὲν τούτων ὅρον τινὰ καὶ τὸν χρόνον εἶναι, τὸν δὲ ὑπερβάλλοντα λυμαίνεσθαι χειμώνων τε καὶ ὑδάτων καταλαμβανόντων· τῶν δὲ καρπῶν μὴ εἶναι· συγκαταρρέουσι γὰρ τούτοις προεκπηδῶσιν ὥσπερ οἱ τῆς πιττώδους πεύκης καὶ ὅλως τῶν κωνοφόρων· προσηρτημένων γὰρ ἔτι τῶν κώνων ἐκπηδᾷ τὰ κάρυα καὶ καταλείπονται κενοί. ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν κυπαρίττων, ἀλλ᾽ ἔνθα μὲν τὸ σπέρμα καρυῶδες, ἔνθα δὲ ὑμενῶδες καὶ ἀμενηνόν.
ὅσα μὲν οὖν ξυλώδεσιν ἢ δερματικοῖς τισι περιέχεται καθάπερ τά τε κάρυα καὶ βάλανοι ταῦτα μὲν περιστεγόμενα διατηρεῖται πρὸς τὴν τῆς βλαστήσεως ὥραν, ὧν δὲ σαρκώδη τὰ περικάρπια ταῦτα δὴ σηπομένων καὶ περιρρεόντων αὐτὰ καθ᾽ αὑτὰ σώζεται, τὰ μὲν ὄντα ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ ὁ τοῦ φοίνικος καὶ ὁ τῆς ἐλάας πυρὴν, τὰ δὲ ἐν ὑμέσι καὶ χιτῶσι περιεχόμενα πλείοσι, τὰ δὲ καὶ ἀλλήλοις πως συνημμένα καὶ
κοινὴν περιοχὴν ἔχοντα καθάπερ καὶ τὰ τῶν ἀπίων καὶ μήλων· ἅπαντα γὰρ ταῦθ᾽ ὡς εἰπεῖν ἐν μείζοσι περικαρπίοις ἵνα πλείω διαμένῃ χρόνον.τῶν μὲν οὖν καρπῶν αὕτη φυλακὴ καὶ σωτηρία πρὸς τὴν γένεσιν. ἡ δὲ τῶν περικαρπίων παραμονὴ ὅρον τινὰ ἔχει καθάπερ ἐλέχθη πρὸς τὴν χρείαν. ἐπεὶ καὶ οἱ χυλοὶ χρονιζόμενοι καὶ ἀνυγραινόμενοι χείρους γίνονται, τῶν δὲ οὐδὲ πλείους οὐδὲ ἀπό τινος ὥρας ὥσπερ οὐδὲ τῶν ἐλαῶν ἀπ᾽ ἀρκτούρου· μέχρι τούτου γὰρ τὸ ἔλαιον ἐγγίνεσθαι δοκεῖ, ἀπὸ δὲ τούτου τῆς σαρκὸς ἡ αὔξησις, καὶ ἐάν γε δὴ πλείω ποιῇ ὕδατα καὶ χεῖρον γίνεσθαι τὸ ἔλαιον ἀμόργην λαμβάνον πλείω, πολλάκις δὲ καὶ σηπομένου τοῦ καρποῦ.
περιμένουσι δὲ τὴν πέπανσιν καὶ οὐκ εὐθὺς ἀφαιροῦσιν ὅτι καὶ ἡ κατεργασία καὶ ἡ ἀφαίρεσις χαλεπωτέρα καὶ ἔτι τὰ δένδρα λυμαίνοιτ᾽ ἂν ῥαβδιζόμενα. φαίνεται δ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς ἡ τοῦ θερμοῦ φύσις δημιουργεῖν τὸ ἔλαιον καὶ τὴν λιπαρότητα τοῦ χυλοῦ συμμετρίαν ἔχουσα πρὸς τὸ ὑποκείμενον. ἡ δὲ πλείων ὥσπερ ἀλλοτρία καὶ ἐπίθετος πρὸς περιττώματος χώραν. --- οἷον ἀντισπῶσα μᾶλλον εἰς τὴν σάρκα τὴν τοῦ χυλοῦ δύναμιν·
ὃ καὶ τοῦ θέρους καὶ τοῦ χειμῶνος συμβαίνει γιγνομένων ὑδάτων ἐκ Διὸς καὶ βρεχομένων τοῖς ναματιαίοις ἐν ὁρμῇ τῆς αὐξήσεως οὔσης. ἐκσαρκοῦνται γὰρ καὶ ἀπολλύασι τὸ ἔλαιον διὰ τὴν πολυτροφίαν ἂν μὴ μετὰ ταῦτα αἰθρίαι γινόμεναι καταξηράνωσιν, οὕτω δὲ σώζεται καὶ πληθύει μᾶλλον. ὅπερ ἤδη καὶ πρότερον πολλάκις γέγονε καὶ τὸ τελευταῖον ἤδη ἐπ᾽ ἄρχοντος Νικοδώρου, δι᾽ ὃ καὶ ἡ ῥύσις ἐγένετο καλλίων, ἐκ γὰρ τῶν ἡμίσεων ἡ αὐτή. τὰς μὲν πέψεις ὅτι πρὸς τὴν χρείαν τὴν ἡμετέραν εὑρίσκομεν ἐκ τούτων καὶ ἐκ τῶν πρότερον δῆλον ἐν οἷς ὑπὲρ τῶν ἀγρίων εἴπομεν.
Φέρει δὲ τοὺς καρποὺς τὰ μὲν ἐκ τῶν ἔνων, τὰ δὲ ἐκ τῶν νέων βλαστῶν διεστῶτα ταῖς φύσεσιν εὐθὺς κατὰ τὰς κράσεις. ὅσα μὲν ξηρὰ καὶ πυκνὰ καὶ ξυλώδη ταῦτα μὲν ἐκ τῶν ἔνων, ἅτε μικρᾶς καὶ βραχείας οὔσης τῆς ἐπιρροῆς. ἅμα δὲ καὶ ὁ βλαστὸς ἀσθενὴς ὥστε μήτε μετενεγκεῖν δύνασθαι μήτε κατασχεῖν, ὥσπερ ὁ τῆς ἐλάας. ὅσα δὲ ὑγρὰ καὶ μανὰ καὶ τὸ ὅλον εὐτραφῆ, ταῦτα ἐκ τῶν νέων· ἀθρόα γὰρ ἡ ὁρμὴ καὶ πολλὴ, δι᾽ ὃ ἄμφω δύναται ποιεῖν ἅμα τόν τε βλαστὸν καὶ τὸν καρπόν. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκ τῶν ἔνων φέροντ᾽ ἀποβλάστημά τι ποιεῖται μικρὸν καὶ οὐκ εὐθὺς ἐκ τοῦ ξυλώδους ὁ καρπός· οὐδὲ γὰρ οὐδὲ πέφυκεν ἂν μή τι παράλογον.
ἰδιωτάτη δὲ καὶ πρὸς τὰ ἄλλα καὶ πρὸς αὐτὰ τὰ ξυλώδη τῶν καρπῶν ἡ γένεσις τοῦ φοίνικος, οὐ τῷ φέρειν ἀπό τινων ἔνων ἢ νέων, ἀλλὰ τῷ κυούμενον πρότερον ὥσπερ τὰ σταχυηρὰ τῶν σπερμάτων ἐκφαίνειν. ἐκ γὰρ τῶν ὁμογενῶν, ἃ καλοῦσί τινες πλοῖα, περιρρηγνυμένων ἐκφαίνεται καθάπερ στάχυς ἡ ῥάβδος ἔχουσα πρὸς ἑαυτῇ τὸν καρπόν. αἰτιάσαιτο δ᾽ ἄν τις τὴν ξηρότητα τοῦ δένδρου καὶ τὴν ὅλην μορφήν· ἐπεὶ γὰρ φυλακῆς οἱ καρποὶ δέονται καὶ ἔξω συνιστάμενοι καὶ ἐξ αὐτῶν προφαινόμενοι τοῖς μὲν ἄλλοις τὰ φύλλα ταῦτα ποιεῖ καθάπερ εἴρηται· τούτου δὲ ἐπείπερ οὐ παρὰ τὸ φύλλον ὁ καρπὸς ἀναγκαῖον ἐν αὐτῷ πως τὴν σύστασιν γενέσθαι ὅπως ἰσχύων ἤδη καὶ μεμορφωμένος ἀποδοθῇ τῷ ἀέρι. διόπερ ἐν τῷ συγγενεῖ καὶ οἰκείῳ τὴν κύησιν ἐξέτεκεν. ἴσως δὲ εἴπερ ὅμοιον τὸ σταχυοβολεῖν τοῦτο καὶ πλειόνων ἐστὶ καὶ τὴν αἰτίαν κοινήν τινα λεκτέον· ἀλλ᾽ εἰ ἄρα μόνῳ τῶν δένδρων τῷ φοίνικι τοῦτο συμβαίνει· τὸ γὰρ ἴδιον ἐν τοῖς ὁμογενέσι θαυμάζεται· περὶ μὲν οὖν τούτου σκεπτέον.
παρενιαυτοφόρα δὲ καὶ οὐκ ἐπετειοφόρα τῶν δένδρων ὡς τύπῳ λαβεῖν τὰ ξηρὰ
καὶ ξυλώδη καὶ ὅσα μὴ ἐκ τῶν νέων, ἀλλ᾽ ἐκ τῶν ἔνων φέρει τοὺς καρπούς. οἷον γὰρ προσυλλέξαι δεῖ καὶ προγεννῆσαι τὸ γεννῶν· οὐ δύναται δ᾽ ἅμα ταῦτα διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, ὥσπερ τὰ εὔχυλα καὶ εὔτροφα· μάλιστα δ᾽ ἐπιδήλως ἡ ἐλάα τοιοῦτο, καὶ γὰρ ἀσθενέστατον καὶ ἐπικηρότατον καὶ ἅμα ῥαβδιζομένη πονεῖ καὶ κατακοπτομένη τὰς θαλείας· ἐπεὶ ὅσοι γε μὴ οὕτω συλλέγουσιν, ἀλλὰ αὐτομάτως ἀεὶ τὴν ἀπορρέουσαν καὶ ἀποσείοντες ἐπετειοφορεῖν φασι μᾶλλον.μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν. ἐν γοῦν τῇ Ὀλυνθίᾳ φασὶν ὡς ἀεί τι καρποφορεῖ, παραλλαγὴν δὲ ποιοῦνται κατὰ τριετίαν. ὅσα δὲ ἰσχυρότερα τῶν ἐκ τῶν ἔνων φερόντων οἵας ἂν ὁ θεὸς ἄγῃ τὰς ὥρας οὕτως καὶ τὰ τῶν καρπῶν ἀποδιδόασιν, ὥσπερ καὶ τὰ ἐκ τῶν νέων καρποφοροῦντα· καὶ γὰρ ταῦτα ξυνακολουθεῖ ταῖς ὥραις καὶ τῇ κράσει τοῦ ἀέρος.
συμβαίνει δὲ, ὅταν εὐβλαστῶσι ἄγαν, ἀκαρπεῖν μᾶλλον, ὅταν δ᾽ εὐκαρπῶσιν, ἀβλαστεῖν ὡς οὐ δυναμένης εἰς ἄμφω διήκειν τῆς φύσεως, ἀλλὰ καὶ καταναλισκούσης θάτερον πρὸς θάτερον. ἴδιον δὲ τὸ ἐπὶ τῆς συκῆς καὶ τῶν λευκῶν ἀμπέλων συμβαῖνον, ὥς τινές φασι· ταῦτα γὰρ ὅταν εὐβλαστῶσι τότε μάλιστα εὐκαρπεῖ. εἰ δὲ τοῦτό ἐστι καὶ τὸ πρότερον εἰρημένον ἀληθές· ἡ γὰρ εὐβλάστεια ἀφαιρεῖται τοὺς καρπούς· γίνεται δὲ τοῦτο μάλιστα χώρας ἀρετῇ καὶ ἰσχύϊ τῶν δένδρων· ἐν γῇ μὲν γὰρ ἀφθόνῳ τάδε ἑλκῦσαι δεινὰ διὰ τὴν ἰσχὺν, ὥσπερ ἡ ἀμυγδαλῆ καὶ ἡ ῥόα.
δῆλον δὲ ὡς, ὅσα τὴν φύσιν ἀσθενῆ, ταῦθ᾽ ἥκιστα ὑπερβλαστάνει, ἀλλὰ σύμμετρος αὐτῶν ἡ εὐβλαστία γίνεται πρὸς τὴν καρπογονίαν· δεῖ γὰρ μήθ᾽ ὑπερβλαστὲς μήτε κακοβλαστὲς εἶναι τὸ καρποτοκῆσον. ἡ δὲ συκῆ καὶ ἡ ἄμπελος ἡ τοιαύτη μάλιστα λαμβάνει τὸ ξύμμετρον διὰ τὴν ἀσθένειαν· δεῖ δὲ ἴσως καὶ χώραν εἶναι μὴ ἀγαθὴν, ἵνα
μηδ᾽ ἐκ ταύτης ᾖ ὑπερβολὴ, διόπερ εἰς τὰς νήσους τὰ τοιαῦτα μᾶλλον ξυμβαίνει. κοινὸς δὲ ὁ λόγος περὶ πάντων τῶν ἀσθενῶν. τούτου μὲν οὖν ἐντεῦθεν τὸ αἴτιον ὑποληπτέον.