On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὡς δὲ ὁ βλαστὸς ἀμφοτέρων μετέχει τῶν ὡρῶν ἐπὶ πολὺν χρόνον παρεκτείνων· ἀλλ᾽ ὥστε τύπῳ εἰπεῖν ταύτας ὑποληπτέον εἶναι τὰς αἰτίας. ἐπεὶ καθ᾽ ἡλικίαν ὀψικαρπότερα καὶ μὴ κατὰ τὰς ἐνιαυσίους ὥρας οἷον τὰ νέα τῶν φυτῶν διὰ πλῆθος ὑγρότητος καὶ τὸ ὅλον τροφῆς ὀψίκαρπα. τὰ δ᾽ αὖ πάλιν ὡς ὀψίφορα πόρρω τῆς ἡλικίας ὄντα καθάπερ τὸ ἐν Αἰγύπτῳ λεγόμενον δένδρον ὃ ἑκατόστῳ ἔτει μυθολογοῦσι φέρειν καρπόν. ἡ δ᾽ αὖ συκάμινος οὐδὲ πέττειν δύναται δι᾽ εὐτροφίαν καὶ πλῆθος ὑγρότητος μὴ ἐπικνισθέντων καὶ ἐπαλειφθέντων ἐλαίῳ τῶν καρπῶν. οὐ μόνον δὲ τὸ πλῆθος ὀψικαρπεῖν ποιεῖ τῆς τροφῆς, ἀλλὰ καὶ ἀκαρπεῖν ἔνια, καθάπερ ἐπί τε τῶν ἀμπέλων εἴρηται καὶ ἐπὶ τῶν ἀμυγδαλῶν καὶ ὅλως τῶν διατιτραινομένων καὶ τοῖς παττάλοις κολαζομένων.

ἅπαντα γὰρ ὅταν τοῦτο πάθωσι, τῆς ὑγρότητος ἀπελαθείσης, τὰ μὲν ἐξ ἀκάρπων κάρπιμα, τὰ δὲ καλλικαρπότερα καὶ ἐγχυλότερα γίνεται. τῆς δὲ ἀμυγδαλῆς ἐάν τις ἐγκόψας τὸν πάτταλον ἀποκαθάρῃ τὴν ἐπιρροὴν τῆς ὑγρότητος ἐπὶ ἔτη δύο ἢ τρία καὶ γλυκεῖαν ἐκ πικρᾶς γίγνεσθαί φασι. δοκεῖ δὲ καὶ ἡ συκῆ ῥιζοτομηθεῖσα καὶ κατασχασθεῖσα εὔφορός τε ἐξ ἀφόρου γίνεσθαι καὶ πολυκαρπεῖν μᾶλλον. σχεδὸν δὲ καὶ τὸ περὶ τὰς ἀμπέλους τὰς τραγώσας ὅμοιόν ἐστιν. καὶ γὰρ τούτων ἀφελεῖν δεῖ καὶ ἀντισπάσαι τὴν εἰς τὴν βλάστησιν ὁρμὴν ὅπως καρποτοκῶσιν.

Ἐν τῷ αὐτῷ δέ πως γένει τῆς αἰτίας ἐστὶ καὶ τὸ μὴ τὴν ἀρίστην καὶ πίειραν καὶ βαθύγειον

ἀρίστην εἶναι τοῖς δένδροις ἀλλὰ τὴν δευτέραν, τῷ δὲ σίτῳ ἐκείνην. ἐν μὲν γὰρ τῇ ἀρίστῃ κατὰ βάθους ἰούσης τῆς ῥίζης καὶ τῆς χώρας εὐτραφοῦς πλείω τῆς συμμέτρου τροφὴν ἐπισπῶνται, ἐν δὲ τῇ λεπτογείῳ καὶ μὴ βαθείᾳ τὰς ῥίζας ἀναγκαῖον ἐπιπολαιοτέρας εἶναι καὶ τροφὴν ἐλάττω καὶ σύμμετρον· ἐπεὶ καὶ ἐν ταῖς ψαφαραῖς καὶ ταῖς πετρώδεσι δύνανται λαμβάνειν ἱκανὴν καθιέντα καὶ βιαζόμενα ταῖς ῥίζαις, ἔτι δὲ καὶ καταψύχειν τὰς ῥίζας ἥ γε πετρώδης δοκεῖ μᾶλλον ὅπερ ἐπιζητεῖ τὰ δένδρα.

ὁ δὲ σῖτος ἐν μὲν ταῖς ἀγαθαῖς συλλαμβάνει μὲν πλείω διὰ τὸ μὴ κατὰ βάθους εἶναι τὰς ῥίζας --- ἐν δὲ ταῖς μοχθηραῖς καὶ καταξηραίνεται διὰ τὸ μὴ ἔχειν πολλάς· καταψύξεως δὲ δεῖται διὰ τὸ μὴ κατὰ βάθους εἶναι· ὅταν δὲ ἐπομβρίαι γένωνται οὐ πολὺς ὁ διασωζόμενος καὶ χείρων ἐστίν. ἐπεὶ καὶ οἱ τῶν δένδρων καρποὶ διὰ τὸ κρατεῖσθαι τῷ πλήθει τῆς τροφῆς ἐξίστανται τῶν γενῶν ὥσπερ ἐλέχθη πρότερον.

ἄτοπον δ᾽ ἄν δόξειεν τὸ τῶν ὁμογενῶν ἔνια τὰ μὲν εἶναι πρώϊα, τὰ δ᾽ ὄψια καθάπερ συκαῖ τέ τινες καὶ ἄμπελοι καὶ μηλέαι καὶ ἄπιοι καὶ τἆλλα· τῶν γὰρ ζώων οὐδὲν τοιοῦτον πλὴν κυνὸς, ἀλλὰ παρισόχρονα κατὰ τὰς κυήσεις καὶ τὰς ἐκτροφὰς, ἀλλὰ μόνον παραλλάττει ταῖς ὥραις κατὰ τοὺς τόπους καὶ μάλιστά γε ξυνανθρωπευόμενα. τάχα μὲν οὖν καὶ αἱ βλαστήσεις ἐνίων ὕστεραι καὶ παραδιδόασι τὸ ἀνάλογον. οὐ μὴν ἀλλ᾽ ἐφ᾽ ὧν τοῦτο μέν ἐστιν ἔοικεν ὥσπερ ἐν ὁμωνυμίᾳ γίνεσθαι τὸ ἀπόρημα·

ἔστι γὰρ εὐθὺ τῇ φύσει καὶ τοῖς ζώοις καὶ τοῖς φυτοῖς ὥσπερ τὰ ἥμερα καὶ τὰ ἄγρια καὶ τὰ πολύκαρπα, τὰ δὲ ὀλιγόκαρπα, τὰ δ᾽ ὅλως ἄκαρπα. τὸ γὰρ τῶν ἐρινεῶν ἕτερον γένος οὐ δυνάμενον πέττειν οὐδὲ διϊκνεῖσθαι πρὸς τὴν τελείωσιν. ἕτερον δὲ καὶ τὸ τῶν ἀμπέλων τῶν μαινομένων καλουμένων, αἳ οὐ μόνον βλαστά-

νουσιν, ἀλλὰ καὶ πέττουσι καὶ ἀνθοῦσι καὶ βοτρυοῦνται καὶ οὐ δύνανται τελειοῦν. ὡσαύτως δὲ καὶ τῶν ῥοῶν καὶ εἴ τι ἄλλο μέχρι τοῦ ἄνθους ἀφικνεῖται μόνον. ἐν γὰρ τῇ ἰδίᾳ φύσει τὰς διαφορὰς ἕκαστα τούτων ἔχοντα δικαίως ἕτερ᾽ ἂν λέγοιντο κατὰ τὸ εἶδος.