On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἅπαντα γὰρ ταῦτα κωλυτικὰ τῶν πέψεων. ἐκ δὲ τῶν καθ᾽ ἕκαστα θεωροῦσι σύμφωνος ὁ λόγος τῶν γιγνομένων. τῶν γὰρ ἀειφύλλων ἅπανθ᾽ ὡς εἰπεῖν ὀψίκαρπα. ξυλώδεις δὲ οἱ καρποὶ καὶ τὰ περικάρπια καθάπερ πεύκης, πίτυος, κυπαρίττου, τῶν δ᾽ αὖ ξηροὶ ἢ λιπαροὶ ἢ γλισχρότητά τινα ἔχοντες, ὥσπερ ὁ τῆς κέδρου καὶ τῆς ἰξύας, δι᾽ ὃ καὶ οὐκ ὄντες μεγάλοι δυσκατέργαστοι τῷ εἶναι τοιοῦτοι καὶ ἅμα διὰ τὴν πυκνότητα μικρὰ καὶ ἡ ἐπιρροὴ καὶ ἡ ἐπίσπασις ὅλη.
τῶν δὲ μὴ ἀειφύλλων ὅσα κάθυγρά τε καὶ ψυχρὰ καὶ ὅσα γεώδη· καὶ γὰρ ἡ ψυχρότης καὶ τὸ πλῆθος δυσέργαστον καὶ τὸ γεῶδες καὶ ἡ ξηρότης ὥσπερ τῶν ἀχράδων καὶ τῶν βαλάνων. ὅσα δὲ κέκραται πρὸς τούτοις καὶ ἐν θερμασίᾳ τυγχάνει καὶ μανὰ ταῦτα καὶ πρωϊβλαστῆ καὶ πρωΐκαρπα συμμετρίαν ἔχοντα τῆς μίξεως καὶ ἐν αὑτοῖς καὶ πρὸς τὸ περιέχον.
χρὴ δὲ λαμβάνειν ἕκαστα ὥσπερ τῶν εἰρημένων ἐὰν μή τις ᾖ κώλυσις. οὐδὲ γὰρ ἓν τούτων κύριον ἐπενεγκεῖν οὔτε πρωϊκαρπίαν οὔτε ὀψικαρπίαν οὐδέ γε πλείω ἢ πάντα, ἐὰν ἕτερ᾽ ἄττα ἐναντιώτατα. λέγω δ᾽ οἷον ἔνια γυμνόκαρπα μὲν, ὄψια δὲ, καθάπερ μίλαξ καὶ ἄλλ᾽ ἄττα βοτρυώδη. τὰ δὲ πρὸς τῷ ὀψίῳ καὶ κατὰ μέρος
πεπαίνεται καθάπερ ὁ βάτος. τούτων γὰρ τὰ μὲν, ὅτι ψυχρὰ τῇ φύσει, ὀψίκαρπα καὶ ὀψιβλαστῆ, ὅσα δὲ γυμνὰ καὶ ἀκέλυφα οὐχ ἱκανὰ περιλαμβανόμενα τῇ ὥρᾳ· τὰ δ᾽ ὅτι ξηρὰ τῇ φύσει· πᾶν δὲ τὸ ξηρὸν ἰκμάδος δεῖται καὶ πρὸς τροφὴν καὶ πρὸς πέψιν·ὡς δὲ ὁ βλαστὸς ἀμφοτέρων μετέχει τῶν ὡρῶν ἐπὶ πολὺν χρόνον παρεκτείνων· ἀλλ᾽ ὥστε τύπῳ εἰπεῖν ταύτας ὑποληπτέον εἶναι τὰς αἰτίας. ἐπεὶ καθ᾽ ἡλικίαν ὀψικαρπότερα καὶ μὴ κατὰ τὰς ἐνιαυσίους ὥρας οἷον τὰ νέα τῶν φυτῶν διὰ πλῆθος ὑγρότητος καὶ τὸ ὅλον τροφῆς ὀψίκαρπα. τὰ δ᾽ αὖ πάλιν ὡς ὀψίφορα πόρρω τῆς ἡλικίας ὄντα καθάπερ τὸ ἐν Αἰγύπτῳ λεγόμενον δένδρον ὃ ἑκατόστῳ ἔτει μυθολογοῦσι φέρειν καρπόν. ἡ δ᾽ αὖ συκάμινος οὐδὲ πέττειν δύναται δι᾽ εὐτροφίαν καὶ πλῆθος ὑγρότητος μὴ ἐπικνισθέντων καὶ ἐπαλειφθέντων ἐλαίῳ τῶν καρπῶν. οὐ μόνον δὲ τὸ πλῆθος ὀψικαρπεῖν ποιεῖ τῆς τροφῆς, ἀλλὰ καὶ ἀκαρπεῖν ἔνια, καθάπερ ἐπί τε τῶν ἀμπέλων εἴρηται καὶ ἐπὶ τῶν ἀμυγδαλῶν καὶ ὅλως τῶν διατιτραινομένων καὶ τοῖς παττάλοις κολαζομένων.
ἅπαντα γὰρ ὅταν τοῦτο πάθωσι, τῆς ὑγρότητος ἀπελαθείσης, τὰ μὲν ἐξ ἀκάρπων κάρπιμα, τὰ δὲ καλλικαρπότερα καὶ ἐγχυλότερα γίνεται. τῆς δὲ ἀμυγδαλῆς ἐάν τις ἐγκόψας τὸν πάτταλον ἀποκαθάρῃ τὴν ἐπιρροὴν τῆς ὑγρότητος ἐπὶ ἔτη δύο ἢ τρία καὶ γλυκεῖαν ἐκ πικρᾶς γίγνεσθαί φασι. δοκεῖ δὲ καὶ ἡ συκῆ ῥιζοτομηθεῖσα καὶ κατασχασθεῖσα εὔφορός τε ἐξ ἀφόρου γίνεσθαι καὶ πολυκαρπεῖν μᾶλλον. σχεδὸν δὲ καὶ τὸ περὶ τὰς ἀμπέλους τὰς τραγώσας ὅμοιόν ἐστιν. καὶ γὰρ τούτων ἀφελεῖν δεῖ καὶ ἀντισπάσαι τὴν εἰς τὴν βλάστησιν ὁρμὴν ὅπως καρποτοκῶσιν.