On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
οὐδ᾽ ἐν τοῖς ζώοις ὅσα πλάττεται ἢ καταναγκά- ζεται πρὸς μικρότητα καὶ μέγεθος καί τιν᾽ ἄλλον τύπον
τῆς μορφῆς οὐ θετέα ταῦτα κατὰ φύσιν. ἡ δ᾽ ἀεὶ πρὸς τὸ βέλτιστον ὁρμᾷ καὶ τοῦθ᾽ ὥσπερ ὁμολογούμενόν ἐστι, ταύτῃ δὲ καὶ τὰ τῆς θεραπείας· ἅμα γὰρ καὶ τελείωσις γίνεται τῆς φύσεως ὅταν ὧν ἐλλιπὴς τυγχάνῃ ταῦτα προσλάβῃ διὰ τέχνης οἷον τροφῆς τε ποιότητα καὶ ἀφθονίαν καὶ τῶν ἐμποδιζόντων καὶ τῶν κωλυόντων ἀφαίρεσιν· ἃ παρέχουσι δῆλον ὅτι καὶ οἱ οἰκεῖοι τόποι πρὸς ἕκαστον, ἐν οἷς δή φαμεν δεῖν θεωρεῖν τὰς φύσεις αὐτῶν.ἀλλ᾽ ἐκεῖνοι μὲν ἀπὸ τῶν ἔξωθεν μόνον παρέχουσιν οἷον ἀέρος καὶ πνεύματος καὶ ἐδάφους καὶ τροφῆς, ἡ δὲ γεωργία καὶ ἐν αὐτοῖς μετακινεῖ καὶ μετατίθησιν· ὥστ᾽ εἴπερ καὶ ἐκεῖνά γε προσαπαιτεῖ πρὸς τὸ βέλτιον καὶ ταῦτα προσδέχοιτ᾽ ἂν ὡσὰν οἰκεῖα· προσαπαιτεῖν δ᾽ αὐτὴν καὶ ζητεῖν εὔλογον ἄλλως τε καὶ ἐκ τούτων ἠρτημένην καὶ ἐν τούτοις ἔχουσαν τὰς ἀρχάς· ἐπεὶ κἀκεῖνο τοῖς αὐτομάτοις ἄτοπον συμβαίνει καὶ ὥσπερ παρὰ φύσιν τὸ ἐκ τῶν σπερμάτων χείρω γίνεσθαι καὶ ὅλως μὲν ἐξίστασθαι τοῦ γένους· οὐδὲ γὰρ δὴ τοῦτο κατὰ φύσιν, ἀλλ᾽ ἀεὶ τὸ ὅμοιον ἀπογεννᾶν.
αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗταί τε καὶ τοιαῦται, φαίνεται δὲ καὶ ἐκ τῶν πρότερον εἶναι δῆλον ὅτι διαιρετέον τὰς φύσεις ὥσπερ καὶ τὰς πέψεις λέγομεν. τοῖς μὲν γὰρ ἡ αὐτόματος ἡ οἰκειοτέρα, τοῖς δὲ ἡ τῆς θεραπείας καὶ γεωργίας, ἔνια δ᾽ ἀμφοτέρως. ἐξ ὧν καὶ διαιρετέον ὥσπερ καὶ ἡ φύσις διῄρηται ἡμέροις καὶ ἀγρίοις ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς. ἑκατέροις γάρ ἐστι πολλὰ φυσικὰ καὶ οἰκεῖα καὶ πρὸς σωτηρίαν καὶ πρὸς διαμονὴν καὶ πρὸς αὔξησιν καὶ βλάστησιν καὶ τῶν καρπῶν γέννησιν. ἴσως δὲ καὶ ἐν αὐτοῖς τοῖς καρπίμοις πάλιν ἄν τις διέλοι τὰ μὲν εἰς τὸ αὐτόματον ἀφιεὶς, τὰ δ᾽ εἰς ἐπιμέλειαν καὶ κατεργασίαν μόνον. ἀλλὰ γὰρ τούτων μὲν ἐνταῦθ᾽ ὁ διορισμός.
Περὶ δὲ τῆς πέψεως ὅθεν ὁ λόγος ἐξέβη
πάλιν τὰ ἐπίλοιπα λεκτέον. ὡς γὰρ ἐπὶ τὸ πᾶν ὧν μὲν ὁ καρπὸς ὑγρὸς καὶ γυμνὸς ἢ λεπτὸν ἔχων περὶ αὑτὸν κέλυφος ταῦτα μὲν πρωΐκαρπα καθάπερ ἄμπελος καὶ συκῆ, μάλιστα δὲ συκάμινος· αὕτη γὰρ γυμνὸν ἔχει τὸν καρπὸν ὥσθ᾽ ὅσον ἂν ὁ ἥλιος ἐπέλθῃ, ταχὺ προηλλοίωσε βραχείας δέομενον θερμότητος· ἅμα δὲ καὶ ἐν αὐτῷ συνεργάζεται δύναμις ἰσχυρὰ καὶ ἀθρόως ἐπιοῦσα καθάπερ καὶ πρὸς τὴν βλάστησιν·ἡ γὰρ ὀψιότης ἐποίησεν ἀθροισμὸν, ὅθεν αἵ τε βλαστήσεις ἀθρόαι καὶ μετὰ φορᾶς γίνονται νεανικῆς ὥστε καὶ ψόφον ποιεῖν καθάπερ τινές φασι καὶ αἱ πέψεις ταχεῖαι· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ καὶ τοῖς σίτοις ὑπὸ τῶν χειμώνων κατεχομένοις· ἀνεθέντες γὰρ οὕτω ταχείας ποιοῦνται τὰς αὐξήσεις ὥστε μὴ πολὺ καθυστερεῖν ἢ μὴ κατὰ λόγον τοῖς εὐδιεινοῖς.
ἡ μὲν οὖν τῆς συκαμίνου διὰ τοῦτο πρώϊος. ὡς δὲ Μενέστωρ φησὶν, ἡ μὲν βλάστησις αὐτῆς ὀψία διὰ τὴν ψυχρότητα τοῦ τόπου, ἡ δὲ πέψις ταχεῖα διὰ τὴν ἀσθένειαν· οἱ δὲ τῆς ἀμπέλου καὶ τῆς συκῆς ὀψιαίτεροι, ὅτι καὶ τὰ κελύφη περίκειται καὶ ὑγρότης πλείων καὶ παχυτέρα. καὶ τὸ μὲν σῦκον μεῖζον τῷ ὄγκῳ καὶ ἀθροωτέρα πως ἡ πέψις αὐτῶν, οἱ δὲ βότρυες καὶ τῷ πλήθει πλείους ὡς πρὸς τὴν δύναμιν καὶ ἐν τούτοις ἀθρόος ὁ καρπὸς καὶ οὐ διειλημμένος, ἔτι δὲ ὑπόσκιος καὶ οὐχ ὁμοίως ὑπαίθριος καὶ ἡ ὑγρότης πολλὴ, φύσει γὰρ τὸ δένδρον φίλυδρόν ἐστιν. ἔτι δὲ καὶ ταύτῃ συμβαίνει τὸ μὴ ἀθρόον ἀλλὰ κατὰ μέρος πέττειν δι᾽ ὃ καὶ πολὺν διαμένει χρόνον καὶ ἐπὶ πλεῖον δὴ τούτοις ἡ ὑγρότης λεπτὴ καὶ ὑδατώδης. ἅπαντα γὰρ τὰ γλυκέα βραχυτέρας ποιεῖ τὰς πεπάνσεις, ἐὰν δὲ δή τις καὶ πρὸς τὰς ἡμετέρας χρείας ποιῇ τὰς ἀφαιρέσεις ἔτι μᾶλλον.
αὐτῶν μὲν οὖν τούτων σχεδὸν ἐν τούτοις αἱ αἰτίαι τοῦ πρότερον καὶ ὕστερον. οὐ μὴν καθόλου τῶν δένδρων ἐστὶ τὸ πρώϊον. πολ
λαὶ γὰρ διαφοραὶ καὶ ἀμπέλων καὶ συκῶν ὥστ᾽ ἐνίων πόρρω πάνυ πεπαίνεσθαι, δι᾽ ὅπερ ἴσως τὰς καθόλου λεκτέον αἰτίας. πρωΐκαρπα μὲν ὅσα μήτε κάθυγρα μήτε ψυχρὰ τοῖς ὀποῖς, ἔτι δὲ γυμνὰ ἢ λεπτοῖς ὑμέσι περιεχόμενα καὶ τὴν πέψιν ἔχοντα τῶν χυλῶν ὑδαρῆ καὶ μὴ παχεῖαν·ὀψίκαρπα δὲ τὰ ἐναντία τούτων ὅσα κάθυγρα καὶ ψυχρὰ καὶ τοῖς καρποῖς ἢ τοῖς περικαρπίοις ξυλώδη καὶ σκληρὰ καὶ ὧν αἱ περιοχαὶ τοιαῦται καὶ ἅμα πλείους, ἔτι δὲ ὧν οἱ χυλοὶ καὶ πρὸς τὰς πέψεις λιπαροὶ ἢ ἄλλην τινὰ ἔχοντες παραπλησίαν δύναμιν. ἐὰν ξηροί τε καὶ ὀλίγην ἔχοντες ἅμα καὶ τοιαύτην ὑγρότητα πρὸς τὴν πέψιν·