On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
εὔλογον δὲ καὶ τὰ μὴ κάρπιμα καὶ ὅλως τὰ νέα τῶν πρεσβυτέρων ἐπιβλαστικώτερα, καὶ τὰ ἐν ταῖς ὑγραῖς καὶ χειμερίοις χώραις. τὰ μὲν γὰρ κάρπιμα καὶ πρεσβύτερα ξηρότερα, τὰ μὲν εἰς τοὺς καρποὺς καταναλωκότα, τὰ δὲ καὶ τῇ φύσει τοιαῦτα. τὰ δὲ ἄκαρπα καὶ νέα καὶ ὑγρότητα ἔχει καὶ θερμότητα πλείω. πάλιν δὲ ὅπου μὲν οἱ τόποι χειμέριοι καὶ ὑγροὶ τυγχάνουσι καὶ ὁ ἀὴρ εὔπνους ἐνταῦθα καὶ τὰ μετοπωρινὰ γίνεται μακρὰ καὶ ὑγρὰ καὶ καλὰ· πολλάκις δὲ καὶ ὕδατα θερινὰ κατά γε τὰς πλείστας, ὥσθ᾽ ὑγροῦ τοῦ ἀέρος ὄντος ἐπιγινομένης θέρμης εὐβλαστότερα γίνεται καὶ εὐαυξῆ μᾶλλον·
ἐπεὶ καὶ τὰ δοκοῦντα δικαρπεῖν μηλεῶν τέ τινα γένη καὶ ἀπίων ἐν τούτοις μάλιστα γίνεται τοῖς τόποις ἅτε παρεκτεινούσης ἐπὶ πολὺ τῆς ὥρας. καὶ ταχὺ τῶν προτέρων ἀφαιρουμένων ἃ μὴ πρωϊκαρπεῖ ὅμως διφορεῖ. θᾶττον γὰρ πάλιν ἀναπληροῦνται καὶ κυΐσκονται, δι᾽ ὃ᾽ καὶ χρῶνταί τινες αὐτῷ τῶν πρὸς τὴν ἀγορὰν βλεπόντων. οὐ μὴν ἀλλ᾽ οὐδέν γε ὡς εἰπεῖν τῶν δικαρπούντων
ὅμοιον γίνεται τοῖς ἐξ ἀρχῆς ἀλλ᾽ ὡς ὁρμὴν μόνον τοῦ φυτοῦ λαμβάνοντος, οὐ συνεκτελέσαντος δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος.καὶ ἐφ᾽ ἑτέρων ἔτι μᾶλλον συμβαίνει· προφαίνει γὰρ καρπὸν καὶ ἡ ῥόα καὶ ἡ μύρρινος ἀλλὰ μέχρι τοῦ προδεῖξαι μόνον. ἐπιβλαστικώτατα δ᾽ οὖν ὡς εἰπεῖν τὰ μάλιστα εὐβλαστῆ τῇ φύσει, πλὴν εἴ τι διὰ ξηρότητα κατακωλύεται καθάπερ ἡ ἀμυγδαλῆ καὶ εἴ τινων ὑπόγυιος ἡ ἀφαίρεσις τῶν καρπῶν πρὸς τὴν τῆς ὥρας ἐπιβλάστησιν.
ἐὰν οὖν μακρὸν γίνηται τὸ μετόπωρον οὐκ ἄλογον καὶ ῥόδα γίνεσθαι καὶ ἄλλ᾽ ἄττα τῶν τοιούτων ὥσπερ καὶ περὶ Δίον φασὶ τῆς Μακεδονίας οὐκ ἰσχυρᾶς γε δεόμενα τῆς πέψεως χρόνον δὲ λαβόντα ἱκανὸν ἐξέφηνε τὸ ἄνθος. ὅλως δὲ ὃ πλεονάκις εἴρηται μαλακοῦ καὶ ὑγροῦ τοῦ ἀέρος καὶ τὸ σύνολον εὐκράτου ἀεὶ δύνατον βλαστάνειν οὐ πάντα, ἀλλ᾽ ἔνια τῶν δένδρων τὰ δ᾽ ἐλάττω τούτων ἔτι μᾶλλον. ὃ καὶ νῦν ἐπί τινων στεφανωμάτων συμβαίνει τόπους ἐχόντων εὐσκεπεῖς καὶ προσείλους·
διατελεῖν γὰρ ἀνθοῦντα δοκεῖ καὶ ἡ οἰνάνθη καὶ τὸ ἴον τὸ μέλαν καὶ ἄλλ᾽ ἄττα, θεραπείας δέ τινος προσγενομένης ἔτι μᾶλλον. ὅτι δὲ μεγάλην ῥοπὴν ὁ τόπος παρέχεται πρόσειλος ὢν καὶ εὐσκεπὴς καὶ αὐτὰ τὰ δένδρα μαρτυρεῖ· φύεται γὰρ ἐν τούτοις ἔνια κατὰ τὴν ἄλλην χώραν οὐ φυόμενα καὶ καρποφορεῖ τῶν ἄλλων οὐ φερόντων καὶ προανθεῖ καὶ προβλαστάνει πρότερον τῶν λοιπῶν. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.
Τὸ δ᾽ ἐπὶ τῶν διφορούντων δένδρων ὅμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς τὴν κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρεθέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ᾽ ἴσως χώρας τε εὐτρόφου τὰ τοιαῦτα
τῆς τε θεραπείας πλείονος ἢ ἀμφοῖν καὶ μάλισθ᾽ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ τὸν χρόνον ἱκανὸν εἰς τὴν κύησιν.διὰ τοῦτο γὰρ οὐδ᾽ ἐάν τις ἀφέλῃ τὸν καρπὸν ἢ ἄνθος, δύναται πάλιν ἕτερα γεννᾶν διὰ τὸ μὴ λαμβάνειν τὸν τῆς κυήσεως χρόνον· οὐ γὰρ οἷόν τε ἄνευ τοῦ κυῆσαι γεννᾶν ἐξανηλωμένου τοῦ προϋπάρχοντος. ἅμα δὲ ὥσπερ πηροῦσθαι συμβαίνει τὴν ἀρχὴν διὰ τὴν ἕλκωσιν, ὥστε βλαστάνειν ἀπὸ τούτου μὴ καινῆς ἄλλης γινομένης οὐκ ἐκποιεῖ τὸ τῆς ὥρας· τούτων μὲν οὖν οὕτως ταύτας ὑποληπτέον τὰς αἰτίας.
αἱ δὲ πεπάνσεις τῶν καρπῶν οὐ κατὰ τὰς βλαστήσεις γίνονται· βλαστάνει γὰρ τά γε πολλὰ σύνεγγυς αὐτοῖς κατὰ μίαν ὡς εἰπεῖν ὥραν· τοῦ δὲ πεπαίνειν τοὺς καρποὺς πολλοῖς χρόνοις ὕστερον ἐκείνην τὴν αἰτίαν ὑποληπτέον, ὅτι τὰ μὲν τῶν φύλλων καὶ βλαστῶν εὐκινητότερα καὶ ῥᾴονα σωματικωτέραν ἔχοντα καὶ περιττωματικὴν τὴν ὕλην, οἱ δὲ καρποὶ καθαρωτέραν καὶ μάλιστα δὴ τῶν χυλῶν αὐτῶν· αὕτη δ᾽ ἡ τῶν καρπῶν πέπανσις εἰς ἣν πλείονος δεῖται καὶ δυνάμεως καὶ κατεργασίας·
ἔτι δὲ μεγάλας εὐθὺς διαφορὰς ἔχουσιν οἱ καρποὶ τῷ ξυλώδεις ἢ γεώδεις ἢ ξηροὶ ἢ λιπαροὶ τὴν φύσιν εἶναι· δυσκατεργαστότεροι γὰρ οἱ τοιοῦτοι, δι᾽ ὃ καὶ προανθοῦντα ἔνια τὸν καρπὸν ἔχει πολὺν χρόνον ὥσπερ ἀμυγδαλῆ· δυσκατάπεπτος γὰρ ὁ ξυλώδης· τὸ δ᾽ ἄνθος ὠθεῖ διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, εἴπερ βούλονται πάντα ταῦτα συμμετρίαν τινὰ ἔχειν καὶ τάξιν. ἀλλὰ καὶ αὐτῶν τῶν ἀνθῶν ὅσα μετὰ σωματικῶν ὄγκων, ὀψιαίτερόν τι γίνεται καθάπερ τὸ τῆς ῥόας· ἐν γὰρ τῷ κυτίνῳ τὸ ἄνθος.
Τὰ δ᾽ ἀργὰ τῶν εἰργασμένων πρωϊβλαστότερα καθάπερ ἄμπελος, μηλέα, ἐλάα, συκῆ, τὰ ἄλλα, διὰ τὸ κατέχειν ἔνια τὴν θερμότητα μᾶλλον μὴ ἀνασκα
πτομένης τῆς γῆς μηδὲ γυμνουμένων τῶν ῥιζῶν· αὕτη γὰρ ἡ κινοῦσα· καὶ διὰ τὸ μηδεμίαν ἐν τοῖς ἄνω γίνεσθαι πληγὴν κλωμένων ἢ καρπολογουμένων· ἀφελκούμενα γὰρ πόνον τε παρέχει καὶ καταψύχει καὶ εἰς ὀλίγον συστέλλει. τοῖς δὲ πολλοῖς διαδίδοται κατὰ μικρὰ, δι’ ὃ ταῦτα ταῖς ὥραις ὑπακούει, καὶ ἔτι δὴ καὶ μάλισθ᾽ ὡς εἰπεῖν διὰ τὸ ἀκλάστων ὄντων καὶ ἀκαθάρτων ἐν πολλοῖς εἶναι καὶ κατὰ μικρὰ τὰς γονίμους ἀρχὰς, ὧν ἕκαστον διὰ τὴν ὀλιγότητα καὶ σμικρᾶς δεῖται κινήσεως καὶ εὐθὺς ποιεῖται τὰς ἐκβλαστήσεις· ὃ καὶ ἐπὶ τῶν ἀπίων ξυμβαίνει·καὶ γὰρ ἐκεῖνα εὐβλαστότερα τῶν ἡμέρων ἐστὶ διὰ τὰς αὐτὰς αἰτίας· εἰς πλείω γὰρ καὶ κατὰ μικρὰ μεμερισμένων τῶν ἀρχῶν εὐκίνητα γίνεται τῷ περιέχοντι πρὸς βλάστησιν. ἔτι δὲ καὶ ἡ ξηρότης συμβάλλεται. καὶ γὰρ διὰ τοῦτ᾽ ἐλάττων ἡ ὑγρότης, τὸ δὲ ἔλαττον εὐκινητότερον. καλλίων μὲν οὖν καὶ ἀθροωτέρα τῶν εἰργασμένων ἡ βλάστησις καὶ ἡ καρπογονία, προτέρα δ᾽ ἐκείνη.
αὐτὸ δὲ τοῦτ᾽ ἄν τις ἀπορήσειε διὰ τί τὰ ἄγρια τῶν ἡμέρων ἰσχυρότερα ὄντα τοὺς καρποὺς οὐ πεπαίνει· κατὰ γὰρ τὰς δυνάμεις ἐχρῆν καὶ τὰς πέψεις εἶναι. μία μὲν δή τις αἰτία τὸ πλῆθος τῶν καρπῶν. οὐ γὰρ τοσοῦτον ὑπερίσχουσι τῷ ἰσχύειν ὅσῳ πλείω τοῦ συμμέτρου τὸν καρπὸν ἴσχουσιν· ἂν δὲ πλῆθος πολὺ κἀκείνων οὐκέτι γίνεται πέψις, δι᾽ ὃ καὶ οἱ γεωργοὶ παραιροῦσιν, ὅταν ὦσι πλείω. ἑτέρα δ᾽ ὅτι πυκνότερα καὶ ξηρότερα καὶ εἰς ἑαυτὰ μᾶλλον ἕλκοντα τὸ ὑγρὸν, ἡ δὲ τροφὴ καὶ ἡ πέψις ἐνδόσει τῆς ὑγρότητος ἣν οὐ ῥᾴδιον ἀντισπωμένην λαμβάνειν.
ἁπλῶς δ᾽ οὐ τὰ ἰσχυρότερα καὶ τροφιμώτερα καθάπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἑτέρα τις καθ᾽ ἑαυτὴν πρὸς καρπογονίαν ἰσχὺς καὶ δύναμις. μανὸν γὰρ καὶ εὐδίοδον καὶ ὑγρὸν εἶναι δεῖ τὸ καρποτοκῆσον, ἡ δὲ πυκνότης ἐναντίον ὥσπερ καὶ ἐπὶ
τῶν γυναικῶν καὶ ἐπὶ τῶν ἄλλων ζώων· ὃ καὶ ἡ γεωργία βούλεται ποιεῖν ἀφαιροῦσά τε τὰ περιττὰ καὶ τροφὴν παρέχουσα καὶ εὔειλα καὶ εὔπνοα ποιοῦσα. προφαίνει μὲν οὖν πλείω καρπὸν διὰ τὸ πρότερον εἰρημένον, τοῦτον δὲ οὐκ ἐκπέττει διὰ ταύτας τὰς αἰτίας.