On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τὸ δὲ μετόπωρον οὐχ ὥσπερ ἐλέχθη ξηρὸν καὶ ψυχρόν ἐστιν, ἀλλὰ μᾶλλον θερμόν· ἅμα γὰρ ἐν τῇ τοῦ ἄστρου μεταβολὴ ἐν τῷ ἀέρι γίνεται, δι᾽ ὃ καὶ ὥσπερ μίξιν τινὰ συμβαίνει γίγνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ θερμοῦ καθάπερ καὶ ἐν τῷ ἦρι προσγίνεται τὸ θερμὸν ἀπὸ τῆς ὥρας· ἐνταῦθα δὲ τοῦ θερμοῦ προϋπάρχοντος ὑγρότης ἐπιγίνεται διὰ τὴν πύκνωσιν καὶ κατάψυξιν τοῦ ἀέρος.

εὔλογον δὲ καὶ τὰ μὴ κάρπιμα καὶ ὅλως τὰ νέα τῶν πρεσβυτέρων ἐπιβλαστικώτερα, καὶ τὰ ἐν ταῖς ὑγραῖς καὶ χειμερίοις χώραις. τὰ μὲν γὰρ κάρπιμα καὶ πρεσβύτερα ξηρότερα, τὰ μὲν εἰς τοὺς καρποὺς καταναλωκότα, τὰ δὲ καὶ τῇ φύσει τοιαῦτα. τὰ δὲ ἄκαρπα καὶ νέα καὶ ὑγρότητα ἔχει καὶ θερμότητα πλείω. πάλιν δὲ ὅπου μὲν οἱ τόποι χειμέριοι καὶ ὑγροὶ τυγχάνουσι καὶ ὁ ἀὴρ εὔπνους ἐνταῦθα καὶ τὰ μετοπωρινὰ γίνεται μακρὰ καὶ ὑγρὰ καὶ καλὰ· πολλάκις δὲ καὶ ὕδατα θερινὰ κατά γε τὰς πλείστας, ὥσθ᾽ ὑγροῦ τοῦ ἀέρος ὄντος ἐπιγινομένης θέρμης εὐβλαστότερα γίνεται καὶ εὐαυξῆ μᾶλλον·

ἐπεὶ καὶ τὰ δοκοῦντα δικαρπεῖν μηλεῶν τέ τινα γένη καὶ ἀπίων ἐν τούτοις μάλιστα γίνεται τοῖς τόποις ἅτε παρεκτεινούσης ἐπὶ πολὺ τῆς ὥρας. καὶ ταχὺ τῶν προτέρων ἀφαιρουμένων ἃ μὴ πρωϊκαρπεῖ ὅμως διφορεῖ. θᾶττον γὰρ πάλιν ἀναπληροῦνται καὶ κυΐσκονται, δι᾽ ὃ᾽ καὶ χρῶνταί τινες αὐτῷ τῶν πρὸς τὴν ἀγορὰν βλεπόντων. οὐ μὴν ἀλλ᾽ οὐδέν γε ὡς εἰπεῖν τῶν δικαρπούντων

ὅμοιον γίνεται τοῖς ἐξ ἀρχῆς ἀλλ᾽ ὡς ὁρμὴν μόνον τοῦ φυτοῦ λαμβάνοντος, οὐ συνεκτελέσαντος δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος.

καὶ ἐφ᾽ ἑτέρων ἔτι μᾶλλον συμβαίνει· προφαίνει γὰρ καρπὸν καὶ ἡ ῥόα καὶ ἡ μύρρινος ἀλλὰ μέχρι τοῦ προδεῖξαι μόνον. ἐπιβλαστικώτατα δ᾽ οὖν ὡς εἰπεῖν τὰ μάλιστα εὐβλαστῆ τῇ φύσει, πλὴν εἴ τι διὰ ξηρότητα κατακωλύεται καθάπερ ἡ ἀμυγδαλῆ καὶ εἴ τινων ὑπόγυιος ἡ ἀφαίρεσις τῶν καρπῶν πρὸς τὴν τῆς ὥρας ἐπιβλάστησιν.

ἐὰν οὖν μακρὸν γίνηται τὸ μετόπωρον οὐκ ἄλογον καὶ ῥόδα γίνεσθαι καὶ ἄλλ᾽ ἄττα τῶν τοιούτων ὥσπερ καὶ περὶ Δίον φασὶ τῆς Μακεδονίας οὐκ ἰσχυρᾶς γε δεόμενα τῆς πέψεως χρόνον δὲ λαβόντα ἱκανὸν ἐξέφηνε τὸ ἄνθος. ὅλως δὲ ὃ πλεονάκις εἴρηται μαλακοῦ καὶ ὑγροῦ τοῦ ἀέρος καὶ τὸ σύνολον εὐκράτου ἀεὶ δύνατον βλαστάνειν οὐ πάντα, ἀλλ᾽ ἔνια τῶν δένδρων τὰ δ᾽ ἐλάττω τούτων ἔτι μᾶλλον. ὃ καὶ νῦν ἐπί τινων στεφανωμάτων συμβαίνει τόπους ἐχόντων εὐσκεπεῖς καὶ προσείλους·

διατελεῖν γὰρ ἀνθοῦντα δοκεῖ καὶ ἡ οἰνάνθη καὶ τὸ ἴον τὸ μέλαν καὶ ἄλλ᾽ ἄττα, θεραπείας δέ τινος προσγενομένης ἔτι μᾶλλον. ὅτι δὲ μεγάλην ῥοπὴν ὁ τόπος παρέχεται πρόσειλος ὢν καὶ εὐσκεπὴς καὶ αὐτὰ τὰ δένδρα μαρτυρεῖ· φύεται γὰρ ἐν τούτοις ἔνια κατὰ τὴν ἄλλην χώραν οὐ φυόμενα καὶ καρποφορεῖ τῶν ἄλλων οὐ φερόντων καὶ προανθεῖ καὶ προβλαστάνει πρότερον τῶν λοιπῶν. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.

Τὸ δ᾽ ἐπὶ τῶν διφορούντων δένδρων ὅμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς τὴν κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρεθέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ᾽ ἴσως χώρας τε εὐτρόφου τὰ τοιαῦτα

τῆς τε θεραπείας πλείονος ἢ ἀμφοῖν καὶ μάλισθ᾽ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ τὸν χρόνον ἱκανὸν εἰς τὴν κύησιν.

διὰ τοῦτο γὰρ οὐδ᾽ ἐάν τις ἀφέλῃ τὸν καρπὸν ἢ ἄνθος, δύναται πάλιν ἕτερα γεννᾶν διὰ τὸ μὴ λαμβάνειν τὸν τῆς κυήσεως χρόνον· οὐ γὰρ οἷόν τε ἄνευ τοῦ κυῆσαι γεννᾶν ἐξανηλωμένου τοῦ προϋπάρχοντος. ἅμα δὲ ὥσπερ πηροῦσθαι συμβαίνει τὴν ἀρχὴν διὰ τὴν ἕλκωσιν, ὥστε βλαστάνειν ἀπὸ τούτου μὴ καινῆς ἄλλης γινομένης οὐκ ἐκποιεῖ τὸ τῆς ὥρας· τούτων μὲν οὖν οὕτως ταύτας ὑποληπτέον τὰς αἰτίας.