On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἡ μὲν γὰρ ἄμπελος ἡ μαινομένη τάχ᾽ ἂν δόξειεν οὐκ ἀλόγως δέχεσθαι· τῷ μὲν γὰρ μὴ ἐκπέττειν τὸν καρπὸν ὑπολείμματα πολλὰ ποιεῖται ὑγρότητος γονίμου, ταῦτα δ᾽ ὅταν ἀὴρ ἐπιλάβῃ μαλακὸς ἐκτίκτει, καθάπερ καὶ ἄλλοις τῶν δένδρων αἱ πορρώτεραι βλαστήσεις ἐπιγίνονται. ἡ δὲ μηλέα καὶ ὅσα ἄλλα τοιαῦτα τελεογονεῖ καὶ ἐκπέττει· δι᾽ ὃ τὸ μερίζεσθαι καὶ ἄλλοτ᾽ ἄλλο βλαστάνειν ἄτοπον καὶ ταῦτ᾽ ἀπὸ μιᾶς ὁρμῆς. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗται καὶ τοιαῦται εἴρηνται περὶ τούτων.
πρὸς δὲ τὸ τὴν αἰτίαν τοῖς ἀπορουμένοις λέγειν πρῶτον ληπτέον ὅπερ εἴρηται καὶ πρότερον ὅτι πᾶν δένδρον ἀρχὰς πολλὰς ἔχει πρὸς τὴν βλάστησιν καὶ τὴν καρποτοκίαν· τοῦτο δ᾽ ὥσπερ ἐλέχθη τῆς οὐσίας ὅτι καὶ πολλαχόθεν ζῇ δι᾽ ὃ καὶ βλαστητικόν. εἰσὶ δ᾽ οἱ πρῶτοι τούτων ἀναγκαιό-
τεροι, ἐκ τῶν ἀρχῶν δὲ τούτων οὐθ᾽ ὅμοιοι πάντες οὐθ᾽ ἴσοι οὐθ᾽ ἅμα βλαστάνουσιν οἱ βλαστοὶ, ἀλλ᾽ ὅταν ᾖ πλείων συρροὴ καὶ ἰσχυροτέρα κατὰ ταῦτα θᾶττον καὶ πλεῖον· ἕκαστος γὰρ αὐτῶν ὥσπερ φυτόν ἐστιν ἐν τῷ δένδρῳ καθάπερ ἐν τῇ γῇ· μὴ ἅμα δὲ τῆς βλαστήσεως οὔσης μηδ᾽ ἴσης τῆς ἰσχύος εὐλόγως οὐδὲ τῶν καρπῶν ἡ πέψις ἅμα γίνεται πάντων·ἐπεὶ καὶ ἡ θέσις διαφορὰν ποιήσει τῶν μερῶν οἷον ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ἢ πρὸς ἄρκτον ἢ̓̀ μεσημβρίαν· ὥσπερ γοῦν καὶ ὅλων τῶν δένδρων εἰ ἐν εὐδιεινῷ τόπῳ· πρωϊβλαστῆ γὰρ ταῦτα καὶ πρωΐκαρπα. τοιαύτης δὲ τῆς φύσεως οὔσης τῆς κοινῆς ὅπου μὲν ὁ ἀὴρ μαλακὸς καὶ εὐδιεινὸς ὀλίγον χρόνον οὐ βλαστητικὰ τὰ δένδρα γίνεται καθάπερ καὶ περὶ Αἴγυπτον, ὅπου δὲ χειμέριος καὶ σκληρὸς πλείω·