On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
φαίνεται γὰρ ἅπαντα τὴν οἰκείαν ἀναμένειν τελείωσιν, ἀβλαστῆ τε τέως καὶ ἀκίνητα ὄντα ὁμοίως δένδρα καὶ ὑλήματα καὶ ποιώδη· φανερώτατον γὰρ τοῦτ᾽ ἐν τοῖς ἀγρίοις ἐν οἷς δὴ καὶ ἡ γένεσις αὐτοφυὴς καὶ ἄνευ παρασκευῆς. πάντα δ᾽ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα τῶν μετοπωρινῶν ἐν τοῖς ὑλήμασι καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσίν ἐστιν· ἐπεὶ δένδρον γε οὐδὲν πλὴν εἰ μή τι κατὰ τὴν ἐπιβλάστησιν· ἐπιβλαστάνει γὰρ ἔνια μετ᾽ ἀρκτοῦρον.
ὡς δ᾽ ἐπὶ πᾶν καὶ καθόλου λαβεῖν τὰ ἀείφυλλα τῶν δένδρων καὶ ὀψιβλαστότερα καὶ ὀψικαρπότερα διά τε πυκνότητα καὶ ξηρότητα, κατὰ μικρὸν γὰρ ἡ ἐπιρροὴ, καὶ διὰ τὸ συνεχὲς ἀεὶ τῆς εἰς τὰ φύλλα διδομένης τροφῆς· οὐ γίνεται γὰρ ἀθροισμὸς ὥστε προορμᾶν, ἀλλ᾽ ἀπὸ τῆς ὥρας κινεῖται τῆς οἰκείας τὸ καθῆκον. σπάνια γὰρ ἄν τις λάβοι τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα τῶν ἀειφύλλων οἷον τόν τε κιττὸν καὶ τὴν ῥάμνον καὶ εἴ τι τοιοῦτον. ἡ δὲ ἰδιότης εἴτε διὰ θερμότητα τούτων εἴτε καὶ μανότητα καὶ ὑγρότητα εἴτε καὶ διὰ ταύτας πάσας συμβαίνει τὰς αἰτίας διαιρετέον αὐτὸ τοῦτο πρῶτον ἴσως εἰπόντας ποῖα θερμὰ καὶ ποῖα ψυχρὰ καὶ τοῖς ποίοις ληπτέον. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ὕστερον πειρατέον εἰπεῖν· διὰ τί
δὲ τὰ μὲν πρωϊβλαστῆ, τὰ δὲ ὀψιβλαστῆ ταύτας ἄν τις ἀποδοίη τὰς αἰτίας.Ὅσα δὲ κατὰ πᾶσαν ὥραν βλαστάνει τε καὶ ἀνθεῖ καὶ καρποτοκεῖ καθάπερ ἡ περσικὴ μηλέα καὶ εἴ τι ἄλλο τοιοῦτον ἀπορήσειεν ἄν τις οὐ μόνον ὅτι οὐ πρὸς πάσας ἁρμόττει τὰς ὥρας ἡ κρᾶσις, ἀλλ᾽ ὅτι οὐδ᾽ αὐτὰ αὑτοῖς ὁμοβλαστάνει τὰ γένη καὶ ὁμοκαρπεῖ. τοῦτο γὰρ ἐν τοῖς κεχωρισμένοις τῶν ὁμογενῶν ἀξιοῦμεν καὶ ὁρῶμεν συμβαῖνον. τὸ μὲν οὖν πάθος ὅμοιον φαίνεται τοῖς ἐπικυϊσκομένοις ζώοις, πλήν γ᾽ ἡ αἰτία τοῖς μὲν φανερὰ, τοῖς δὲ λόγου δεομένη.
τὰ μὲν γὰρ οὐχ ἅμα λαμβάνουσι τὰς παρ᾽ ἑτέρων ἀρχὰς οὐδ᾽ ἴσως εἰς τὸν αὐτὸν τόπον οὐδ᾽ ἅμα κυΐσκεται, εἰ μὴ καθάπαξ ἅμα καταλάβοι. τῶν δὲ διὰ τί ἡ βλάστησις οὐχ ἅμα οὐ ῥᾴδιον εἰπεῖν· ἀνάγκη γὰρ διὰ τὸ τὰς ῥίζας μηδ᾽ ἅμα μηδ᾽ ὁμοίως ἔχειν ἢ τοὺς ἀκρεμόνας μὴ δέχεσθαι μηδ᾽ ἐκπέττειν ἐξ ὧν ἡ πρώτη βλάστησις· ταῦτα δὲ διὰ τί καὶ τίνος ἕνεκα γένοιτ᾽ ἂν οὐκ εὔλογον εἰπεῖν.