On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὅπερ ἐκ τῶν ἄλλων πάντων λαμβάνειν ἐστὶν ὁμολογούμενον. ἀλλὰ διὰ τὸ μὴ χρῆσθαι τοὺς γεωργοὺς ἐπ᾽ ἐνίων, ὅτι θᾶττον ἀπ᾽ αὐτομάτων παραγίνεται καὶ διὰ τὸ μὴ εἶναι ῥᾳδίως ἐπί τινων λαμβάνειν μήτε τῶν δένδρων μήτε τῶν ποιωδῶν τὰ σπέρματα, διὰ ταῦτ᾽ οὐκ οἴονταί τινες πάντ᾽ ἀπὸ σπέρματος ἐνδέχεσθαι. καίτοι, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται, καὶ φανερώτατον ἐπὶ τῶν συκῶν. ἔτι δὲ κατ᾽ ἄλλον τρό
πον ἡ βλάστησις αὐτῶν, εἴ τι τῶν αὐτομάτων ἐκ συρροῆς καὶ σήψεως μᾶλλον δὲ ἀλλοιώσεως γινομένης φυσικῆς. ὅτι μὲν οὖν κοινὴ πᾶσιν ἡ διὰ τοῦ σπέρματος γένεσις φανερόν· εἰ δ’ ἀμφοτέρως ἔνια καὶ αὐτόματα καὶ ἐκ σπέρματος οὐδὲν ἄτοπον· ὥσπερ καὶ ζῶά τινα καὶ ἐξ ἀλλήλων καὶ ἐκ τῆς γῆς.δι᾽ ὃ καὶ αἱ γενέσεις κατὰ τὰς ἰδίας ἑκάστων φύσεις· ὅσα μὲν γὰρ ξηρὰ καὶ μονοφυῆ καὶ ἀπαράβλαστα, ταῦτ᾽ οὐδεμίαν, ὡς εἰπεῖν, δέχεται φυτείαν οὔτε ἀπὸ παρασπάδος οὔτε ἀπὸ ἀκρεμόνος· τὴν μὲν ἀπὸ παρασπάδος τῷ μὴ ἔχειν τὰ μονοφυῆ, τὴν δὲ ἀπὸ ἀκρεμόνος καὶ κλωνὸς διὰ τὴν ξηρότητα. ἀεὶ γὰρ τὸ μέλλον βλαστάνειν ἔχειν τε δεῖ τὴν ἔμβιον ὑγρότητα καὶ ταύτην δύνασθαι τηρεῖν. τὰ δὲ φύσει ξηρὰ διὰ τὸ ὀλίγην ἔχειν, ὅταν ἀπὸ τοῦ δένδρου ἀφαιρεθῇ ταχὺ διαπνεῖται καὶ ἐξατμίζεται συνεξάγονθ᾽ ἅμα καὶ τὸ σύμφυτον θερμόν. καὶ ταῦτα μὲν διὰ τὰς εἰρημένας αἰτίας, τὰ ἀπαράβλαστα καὶ μονοφυῆ ἀσυμμετρίᾳ τινὶ τοῦ θερμοῦ καὶ ὑγροῦ. δέχεται δὲ τὰς ἄλλας ἃ δύναται τηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν ξύμφυτον, ὥστε βλαστάνειν μὴ μόνον ἀπὸ παρασπάδος ἀλλ᾽ ἔνια καὶ ἀπὸ τῶν ἄκρων οἷον συκῆ καὶ ἄμπελος καὶ τῶν ἀκάρπων δὲ καὶ φιλύδρων ὥσπερ ἰτέα καὶ ἀκτὴ καὶ λεύκη καὶ αἴγειρος. καθόλου μὲν οὖν καὶ τύπῳ τοῦτον διωρίσθω τὸν τρόπον.
Οὐ μὴν ἀλλὰ μάλιστ᾽ ἢ μόνος τῶν ξηρῶν καὶ μονοφυῶν καὶ ἀπαραβλάστων ὁ φοῖνιξ δέχεται καὶ ἑτέρας γενέσεις παρὰ τὴν σπερματικήν. τάς τε γὰρ ῥάβδους φασὶ μοσχεύειν περὶ Βαβυλῶνα τὰς ἁπαλωτάτας καὶ ὅταν ἐμβιώσωσι μεταφυτεύουσι· καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἐὰν ἀποκόψας τις τἄνω φυτεύσῃ ῥιζοῦσθαι. καὶ βλαστάνειν οὐκ ἀπὸ τοῦ ἐγκεφάλου μόνον ἀλλὰ καὶ κάτωθεν αὔξειν τὰς ῥίζας. ἔτι δὲ ἂν πλάγιος
τεθῇ καὶ ἔνικμος ἡ γῆ τυγχάνῃ πολλαχόθεν ῥιζοφυεῖν καὶ ἐκβλαστάνειν, οὐ μέντοι μέγεθος τοῦτο λαμβάνειν.ἐπὶ δὲ πεύκης καὶ ἐλάτης καὶ εἴ τι παραπλήσιον τούτοις οὐδὲν συμβαίνει τοιοῦτον οὐδ᾽ ἐπὶ κυπαρίσσου, πλὴν εἰ τί που καὶ παραβλαστάνει καθάπερ φασὶν ἐν Κρήτῃ περὶ τοὺς καλουμένους δρυΐτας· ἐνταῦθα γὰρ οὐδὲν ἄλογον ὥσπερ καὶ τὰς ἄλλας παραφυάδας ὑπορρίζους οὔσας καὶ ἐνύγρους καὶ ταύτας βλαστάνειν· ἐπεὶ εἴ γε μὴ ἦσαν ὑπόρριζοι χαλεπὸν ἢ ἀδύνατον. τοῦτο μὲν οὖν ὡς πρὸς ὑπόθεσιν λεγόμενον.
ὁ δὲ φοῖνιξ ἀπὸ μὲν τῶν ῥάβδων βλαστάνει χώρας εὐβοσίᾳ καὶ εὐφυΐᾳ πρὸς τὸ θᾶττον βλαστάνειν. τὸ δ᾽ ἀπὸ τῶν ἁπαλοτάτων εὔλογον εἰ ὑγρόταται αὗται καὶ γεννητικώταται. ἀπὸ δὲ τοῦ ἐγκεφάλου διὰ τῶν ὑποκάτω μᾶλλον ἔτι τοῦτο εὔλογον· ἐντεῦθεν γὰρ καὶ ἡ τῶν ῥάβδων φύσις καὶ ὅλως οἷον ἀρχή τις αὕτη ζωτική. δι᾽ ὃ καὶ ἐξαιρουμένου καὶ πονήσαντος θνήσκει· ἐπεὶ καὶ ἡ ἐκ τῶν πλαγίων ἔκφυσις ἔχοντός ἐστι τὸν ἐγκέφαλον· ἐξαιρουμένου γὰρ αὐαίνεσθαι κατὰ λόγον, εἴπερ καὶ πεφυκότος καὶ ἐρριζωμένου τοῦτο συμβαίνει.
ἡ δὲ ἔκφυσις δῆλον ὅτι πανταχόθεν· πανταχοῦ γὰρ διαμένει μέχρι τινὸς ἡ ὑγρότης καὶ ἡ θερμότης διὰ τὸ μὴ εὐξήραντον εἶναι τῇ πυκνότητι τῶν πόρων, δι᾽ ὃ καὶ δυσδιάπνευστον. ὁ μὲν οὖν φοῖνιξ διὰ ταῦτα πλεοναχῶς γίνεται. τῶν δὲ ἄλλων τῶν μονοφυῶν οὐδὲν διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν φύσιν.
Ὅσα δὲ πλείους γεννᾶται τρόπους ἔχει καὶ ἐν αὐτοῖς διαφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ᾽ ἂν καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν οὐκ ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἴτιον ἐν ἀμφοῖν ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ
ξυλώδη τὰ μέσα καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη·καὶ ἐπὶ τῆς ἰτέας δὲ καὶ τῶν ἄλλων ὁμοίως. ἐλάας δὲ τὰ μὲν τῶν ἀκρεμόνων ἔνικμα διὰ τὴν λιπαρότητα καὶ πυκνότητα καὶ ἀμφοτέρως οὐκ εὐξήραντα, τὰ δ᾽ ἄκρα διὰ λεπτότητα ξηρὰ καὶ οὐ δυνάμενα διαμένειν. ὡσαύτως καὶ ἀπίου καὶ ἀμυγδαλῆς καὶ μηλέας καὶ δάφνης καὶ ἄλλων· ἀβλάστητα γὰρ τὰ τούτων διὰ τὴν αὐτὴν αἰτίαν πλὴν εἴ τι σπάνιον καὶ ὡς ἐν παραλόγῳ· καὶ γὰρ τὸ ἀπ᾽ ἀκρεμόνων ἐνίων σπάνιον οἷον ἀμυγδαλῆς· δάφνην δὲ ἀδύνατον, ἐπεὶ οὐδὲ ἀπὸ παρασπάδος θέλει ῥᾳδίως. αἰτία δ’, ὥσπερ ἐλέγομεν, ἡ ξηρότης καὶ τούτου γ᾽ ἔτι ἡ μανότης· ἀσθενέστερον γὰρ καὶ πρὸς τὸ διατηρῆσαι ἐπὶ πλεῖον τὸ μανόν.
ὅσα δὲ καὶ ἀπὸ ξύλων ἔμβια καὶ δύναται βλαστάνειν, οἷον ἐλάα μύρρινος κότινος, καὶ αὐτὰ τῇ πυκνότητι καθάπερ ἐλέχθη τηρεῖ τὴν ζωτικὴν ἀρχὴν ἔχοντά τινα ὑγρότητα τοιαύτην. οὐ γὰρ ἱκανὸν ἐὰν ᾖ πυκνόν γε, εἰ ξηρὸν καὶ ἀπαράβλαστον· ἔτι δὲ καὶ ἡ παραβλάστησις τῶν τοιούτων διὰ τὸ πρεμνώδη καὶ συνεστραμμένην πως εἶναι τὴν ῥίζαν ὥσπερ καὶ τῆς δάφνης. ἰσχύει γὰρ μᾶλλον ᾗ καὶ δυσώλεθρα τὰ τοιαῦτα· τὸ γὰρ καταλειπόμενον ἀεὶ βλαστητικόν· τῶν δὲ μακρορρίζων διὰ τὴν τῶν ῥιζῶν ἰσχὺν ὥσπερ ἀπίου καὶ κοκκυμηλέας καὶ ἑτέρων.