Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλήθους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηροτέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν.

[*](¹ πιττοκαυτεῖσθαι conj. Sch., cf. 9. 3. 4; πιττοκαυθίσαι U; πιττωθεῖσαι Ald. ² 3. 2. 6.)[*](3 δὲ conj. W.: καὶ Ald.H. 3.12. 3.)[*](4 μὴ conj. W.; γε Ald.H.; γε μὴ Cod.Casaub.Vin.; γε μὴν Vo. (τὴν ἄκαρπον mBas.). cf. 3. 9. 2.)[*](5 Plin. 16. 59.)
226

Οἱ δὲ περὶ τὴν Ἴδην φασί, διαιροῦντες τὰς πεύκας καὶ τὴν μὲν καλοῦντες Ἰδαίαν τὴν δὲ παραλίαν, τὴν ἐκ τῆς Ἰδαίας πλείω καὶ μελαντέραν γίνεσθαι καὶ γλυκυτέραν καὶ τὸ ὅλον εὐωδεστέραν ὠμήν, ἑψηθεῖσαν δὲ ἐλάττω ἐκβαίνειν· πλείω γὰρ ἔχειν τὸν ὀρρόν, δι᾿ ὃ καὶ λεπτοτέραν εἶναι. τὴν δὲ τῆς παραλίας ξανθοτέραν καὶ παχυτέραν ὠμήν, ὥστε καὶ τὴν ἄφεψιν ἐλάττω γίνεσθαι, δᾳδωδεστέραν δὲ τὴν Ἰδαίαν. ὡς δὲ ἁπλῶς εἰπεῖν ἐκ τῆς ἴσης δᾳδὸς πλείω καὶ ὑδαρεστέραν ἐν ταῖς ἐπομβρίαις γίνεσθαι ἢ ἐν τοῖς αὐχμοῖς, καὶ ἐκ τῶν χειμερινῶν καὶ παλισκίων τόπων ἢ ἐκ τῶν εὐείλων καὶ εὐδιεινῶν. ταῦτα μὲν οὖν οὕτως ἑκάτεροι λέγουσιν.

Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν γενέσθαι πάλιν, ἀλλ᾿ ἡ ἐργασία διὰ τοσούτου χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον, ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ [*](1 Plin. 16. 60.) [*](² εὐωδεστέραν H.; εὐκρινωδεστέραν UMAld.; ? εὐκρινεστέραν καὶ εὐωδεστέραν W. cf 3. 9. 2.) [*](3 Plin. l.c.)

228
ἐξαιρουμένης τῆς δᾳδὸς καὶ καιομένης τῆς πίττης ἡ ἐκροή. τοῦτο μὲν οὖν οὕτω ληπτέον.

Οἱ δὲ περὶ τὴν Ἴδην φασίν, ὅταν λεπίσωσι τὸ στέλεχος,— λεπίζουσι δὲ τὸ πρὸς ἥλιον μέρος ἐπὶ δύο ἢ τρεῖς πήχεις ἀπὸ τῆς γῆς— ἐνταῦθα τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι ἐνιαυτῷ μάλιστα, τοῦτο δ᾿ ὅταν ἐκπελεκήσωσιν ἐν ἑτέρῳ πάλιν ἐνδᾳδοῦσθαι καὶ τὸ τρίτον ὡσαύτως, μετὰ δὲ ταῦτα διὰ τὴν ὑποτομὴν ἐκπίπτειν τὸ δένδρον ὑπὸ τῶν πνευμάτων σαπέν· τότε δ᾿ ἐξαιρεῖν αὐτοῦ τὴν καρδίαν, τοῦτο γὰρ μάλιστα δᾳδῶδες, ἐξαιρεῖν δὲ ἐκ τῶν ῥιζῶν· καὶ γὰρ ταύτας, ὥσπερ εἴπομεν, ἐνδᾴδους πασῶν.