Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Κινδυνεύει γὰρ ἔνια τῶν φαρμάκων τῇ ἀσυνηθείᾳ φάρμακα γίνεσθαι, τάχα δὲ ἀληθέστερον [*](¹ δυσκατέργαστον: cf. C.P. 1 14. 4.) [*](2 διαττήσαντες conj. Hoffmann from G; διαπτήσαντες Ald. H.; διηθήσαντες U*mP.)

306
εἰπεῖν ὡς τῇ συνηθείᾳ οὐ φάρμακα· προσδεξαμένης γὰρ τῆς φύσεως καὶ κατακρατούσης οὐκέτι φάρμακα, καθάπερ καὶ Θρασ ύας ἔλεγεν· ἐκεῖνος γὰρ ἔφη τὸ αὐτὸ τοῖς μὲν φάρμακον εἶναι τοῖς δ᾿ οὐ φάρμακον, διαιρῶν τὰς φύσεις ἑκάστων· ᾤετο γὰρ δεῖν καὶ ἦν δεινὸς διαγνῶναι. ποιεῖ δέ τι δῆλον ὅτι πρὸς τῇ φύσει καὶ τὸ ἔθος. Εὔδημος γοῦν ὁ φαρμακοπώλης εὐδοκιμῶν σφόδρα κατὰ τὴν τέχνην συνθέμενος μηδὲν πείσεσθαι πρὸ ἡλίου δύναντος κατέφαγε μέτριον πάνυ καὶ οὐ κατέσχεν οὐδ᾿ ἐκράτησεν.

ὁ δὲ Χῖος Εὔδημος πίνων ἐλλέβορον οὐκ ἐκαθαίρετο. καί ποτε ἔφη πιεῖν ἐν μιᾷ ἡμέρᾳ δύο καὶ εἴκοσι πόσεις ἐν τῇ ἀγορᾷ καθήμενος ἐπὶ τῶν σκευῶν καὶ οὐκ ἐξαναστῆναι πρὸ τοῦ δείλην γενέσθαι· τότε δ᾿ ἐλθὼν καὶ λούσασθαι καὶ δειπνεῖν ὥσπερ εἰώθει καὶ οὐκ ἐξεμέσαι· πλὴν οὗτός γε βοήθειάν τινα παρασκευασάμενος κατέσχε· κίσσηριν γὰρ ἐπιπάττων ἐπ᾿ ὄξος δριμὺ πιεῖν ἔφη μετὰ τὴν ἑβδόμην πόσιν. καὶ πάλιν ὕστερον ἐν οἴνῳ τὸν αὐτὸν τρόπον· τὴν δὲ τῆς κισσήριδος οὕτως ἰσχυρὰν εἶναι δύναμιν ὥστ᾿ ἐάν τις εἰς πίθον ζέοντα οἴνου ἐμβάλῃ παύειν τὴν ζέσιν οὐ παραχρῆμα μόνον ἀλλὰ καὶ ὅλως καταξηραίνουσάν τε δῆλον ὅτι καὶ ἀναδεχομένην τὸ πνεῦμα καὶ τοῦτο διιεῖσαν. οὗτος μὲν οὖν τό γε πλῆθος ταύτῃ τῇ βοηθείᾳ κατέσχεν.

Ὅτι δὲ καὶ τὸ ἔθος ἰσχυρὸν φανερὸν ἐκ πολλῶν· [*](¹ This story is quoted by Apollonius, Hist. Mirab. 50.)

308
ἐπεὶ καὶ τὸ ἀψίνθιον τὰ μὲν ἐνταῦθα πρόβατα οὔ φασί τινες νέμεσθαι, τὰ δ᾿ ἐν τῷ Πόντῳ νέμεται καὶ γίνεται πιότερα καὶ καλλίω καί, ὡς δή τινες λέγουσιν, οὐκ ἔχοντα χολήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἑτέρας ἄν τινος εἴη θεωρίας.

XVIII. Αἱ δὲ ῥίζαι καὶ τὰ ὑλήματα, καθάπερ εἴρηται, πολλὰς ἔχουσι δυνάμεις οὐ πρὸς τὰ ἔμψυχα σώματα μόνον ἀλλὰ καὶ πρὸς τὰ ἄψυχα. λέγουσι γὰρ ἄκανθάν τινα εἶναι ἢ πήγνυσι τὸ ὕδωρ ἐμβαλλομένη· πηγνύναι δὲ καὶ τὴν τῆς ἀλθαίας ῥίζαν, ἐάν τις τρίψας ἐμβάλῃ καὶ θῇ ὑπαίθριον· ἔχει δὲ ἡ ἀλθαία φύλλον μὲν ὅμοιον τῇ μαλάχῃ πλὴν μεῖζον καὶ δασύτερον, τοὺς δὲ καυλοὺς μαλακούς, ἄνθος δὲ μήλινον, καρπὸν δ᾿ ὅμοιον τῇ μαλάχῃ. ῥίζαν δὲ ἰνώδη λευκὴν τῇ γεύσει δὲ ὥσπερ τῆς μαλάχης ὁ καυλός· χρῶνται δὲ αὐτῇ πρός τε τὰ ῥήγματα καὶ τὰς βῆχας ἐν οἴνῳ γλυκεῖ καὶ ἐπὶ τὰ ἕλκη ἐν ἐλαίῳ.

Ἑτέραν δέ τινα συνεψομένην τοῖς κρέασι συνάπτειν εἰς ταὐτὸ καὶ οἶον πηγνύναι· τὰς δὲ καὶ ἕλκειν, ὥσπερ ἡ λίθος καὶ τὸ ἤλεκτρον. καὶ ταῦτα μὲν ἐν τοῖς ἀψύχοις.

Τὸ δὲ θηλύφονον, οἱ δὲ σκορπίον καλοῦσι διὰ τὸ τὴν ῥίζαν ὁμοίαν ἔχειν τῷ σκορπίῳ, ἐπιξυόμενον [*](¹ cf. Pin. 27. 45.) [*](2 ὑλήματα: here a general term for shrubs and under-shrubs. cf. 9. 20. 6.) [*](3 Diosc. 3. 146; plin. 20. 84.)

310
ἀποκτείνει τὸν σκορπίον· ἐὰν δέ τις ἐλλέβορον λευκὸν καταπάσῃ, πάλιν ἀνίστασθαί φασιν· ἀπόλλυσι δὲ καὶ βοῦς καὶ πρόβατα καὶ ὑποζύγια καὶ ἀπλῶς πᾶν τετράπουν ἐὰν εἰς τὰ αἰδοῖα τεθῇ ἡ ῥίζα ἡ τὰ φύλλα αὐθήμερον· χρήσιμον δὲ πρὸς σκορπίου πληγὴν πινόμενον. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον κυκλαμίνῳ τὴν δὲ ῥίζαν, ὥσπερ ἐλέχθη, σκορπίῳ. φύεται δὲ ὥσπερ ἡ ἄγρωστις καὶ γόνατα ἔχει· φιλεῖ δὲ χωρία σκιώδη. εἰ δὲ ἀληθῆ τὰ περὶ τὸν σκορπίον ἤδη καὶ τἆλλα, οὐκ ἀπίθανα τὰ τοιαῦτα. καὶ τὰ μυθώδη δὲ οὐκ ἀλόγως συγκεῖται.

ἐν δὲ τοῖς ἡμετέροις σώμασι χωρὶς τῶν πρὸς ὑγείαν καὶ νόσον καὶ θάνατον καὶ πρὸς ἄλλα δυνάμεις ἔχειν φασὶν οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν τῆς ψυχῆς---.

XIX. Πρὸς δὲ τὴν ψυχὴν τὸν μὲν στρύχνον ὥστε παρακινεῖν καὶ ἐξιστάναι, καθάπερ ἐλέχθη πρότερον, ἡ δὲ τοῦ ὀνοθήρα ῥίζα δοθεῖσα ἐν οἴνῳ πρᾳότερον καὶ ἱλαρώτερον ποιεῖ τὸ ἦθος. ἔχει δὲ ὁ μὲν ὀνοθήρας τὸ μὲν φύλλον ὅμοιον ἀμυγδαλῇ μικρότερον δέ, τὸ δὲ ἄνθος ἐρυθρὸν ὥσπερ ῥόδον· αὐτὸς δὲ μέγας θάμνος· ῥίζα δὲ ἐρυθρὰ καὶ μεγάλη, ὄζει δὲ αὐανθείσης ὥσπερ οἴνου· φιλεῖ δὲ ὀρεινὰ χωρία. φαίνεται δὲ οὐ τοῦτο ἄτοπον· οἷον γὰρ προσφορά τις γίνεται δύναμιν ἔχοντος οἰνώδη.

[*](¹ σκορπίῳ conj. W.; σκορπίου Ald.)[*](² 18. 3, λέγω δὲ σωματικῶν. . . 18. 11 (the account of the phyancal effects) is here omitted.)[*](3 9. 11. 6.)
312

Ἀλλὰ τάδε εὐηθέστερα καὶ ἀπιθανώτερα τά τε τῶν περιάπτων καὶ ὅλως τῶν ἀλεξιφαρμάκων λεγομένων τοῖς τε σώμασι καὶ ταῖς οἰκίαις. καὶ ὡς δή φασι τὸ τριπόλιον καθ᾿ Ἡσίοδον καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, φι᾿ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. καὶ τὰ περὶ τῆς εὐκλείας δὲ καὶ εὐδοξίας ὁμοίως ἡ καὶ μᾶλλον· εὔκλειαν γάρ φασι ποιεῖν τὸ ἀντίρρινον καλούμενον· τοῦτο δ᾿ ὅμοιόν ἐστι τῇ ἀπαρίνῃ· ῥίζα δὲ οὐχ ὕπεστιν· ὁ δὲ καρπὸς ὥσπερ μόσχου ῥῖνας ἔχει. τὸν δ᾿ ἀπὸ τούτου ἀλειφόμενον εὐδοξεῖν.

εὐδοξεῖν δὲ καὶ ἐάν τις τοῦ ἐλειοχ ρύσου τῷ ἄνθει στεφανῶται μύρῳ ῥαίνων ἐκ χρυσίου ἀπύρου. ἔχει δὲ ὁ ἐλειόχρυσ ος τὸ μὲν ἄνθος χρυσοειδές, φύλλον δὲ λευκὸν καὶ τὸν καυλὸν δὲ λεπτὸν καὶ σκληρὸν ῥίζαν δὲ ἐπιπόλαιον καὶ λεπτήν. χρῶνται δὲ αὐτῷ πρὸς τὰ δακετὰ ἐν οἴνῳ καὶ πρὸς τὰ πυρίκαυστα κατακαύσαντες καὶ μίξαντες μέλιτι. τὰ μὲν οὖν τοιαῦτα, καθάπερ καὶ πρότερον ἐλέχθη, συναύξειν βουλομένων ἐστὶ τὰς ἑαυτῶν τέχνας.

Αἱ δὲ τῶν ῥιζῶν καὶ τῶν καρπῶν καὶ τῶν ὀπῶν φύσεις ἐπεὶ πολλὰς ἔχουσι καὶ παντοίας δυνάμεις, ὅσαι ταὐτὸ δύνανται καὶ τῶν αὐτῶν αἰτίαι, [*](¹ ἀπιθανώτερα conj. Scat. after G: so also Cod Cas. Vin. Vo.; πιθανώτερα U*; πιθανότερα Ald.) [*](² τριπόλιον UMU*Ald.; G from Plin. 21. 44 has polium. It may be observed that τριπόλιον can hardly have occurred in a hexameter. Hesych., however, gives τρισπόλιον as the name)

314
καὶ πάλιν ὅσαι τὰ ἐναντία, διαπορήσευεν ἄν τις κοινὸν ἴσως ἀπόρημα καὶ ἐφ᾿ ἑτέρων ἀπόρων, πότερον ὅσα τῶν αὐτῶν αἴτια κατὰ μίαν τινὰ δύναμίν ἐστιν, ἢ καὶ ἀφ᾿ ἑτέρων ἐνδέχεται ταὐτὸ γίνεσθαι. τοῦτο μὲν οὖν ταύτῃ ἠπορήσθω· εἰ δέ τινων καὶ ἄλλων τὰς φύσεις ἢ τὰς δυνάμεις ἔχομεν εἰπεῖν, ταῦτα ῥητέον.

XX. Τὸ δὴ πέπερι καρπὸς μέν ἐστι διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν γὰρ στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον καὶ σάρκα καθάπερ αἱ δαφνίδες, ὑπέρυθρον· τὸ δὲ πρόμηκες μέλαν σπερμάτια μηκωνικὰ ἔχον· ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου· θερμαντικὰ δὲ ἄμφω· δι᾿ ὃ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτά τε καὶ ὁ λιβανωτός.