Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
XI. Πολλὰ δέ ἐστι καὶ τὰ πανάκη καὶ οἱ τιθύμαλλοι καὶ ἕτερ᾿ ἄττα. πάνακες γὰρ καλοῦσι πρῶτον μὲν τὸ ἐν Συρίᾳ, περὶ οὗ μικρῷ πρότερον εἴρηται. ἄλλα δὲ τὰ τρία, τὸ μὲν Χειρώνειον καλούμενον τὸ δ᾿ Ἀσκληπίειον τὸ δ᾿ Ἡράκλειον. ἔχει δὲ τὸ μὲν Χειρώνειον φύλλον μὲν ὅμοιον. λαπάθῳ μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν δὲ μικράν· φιλεῖ δὲ μάλιστα τὰ χωρία τὰ πίονα· χρῶνται δὲ πρός τε τοὺς ἔχεις καὶ τὰ φαλάγγια καὶ τοὺς σῆπας καὶ τὰ ἄλλα ἑρπετὰ διδόντες ἐν οἴνῳ καὶ ἀλείφοντες μετ᾿ ἐλαίου· τοῦ δ᾿ ἔχεως τὸ δῆγμα καὶ καταπλάττοντες καὶ ἐν ὀξίνῃ πιεῖν διδόντες· ἀγαθὴν δέ φασι καὶ ἑλκῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ φυμάτων ἐν μέλιτι.
Τὸ δ᾿ Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονατώδη πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν [*](¹ From this phrase ἔκτομον came to be used as a synonym for‘black hellebore.’ cf. Plin. 25. 47; Diosc. 4. 149; Hesych. and Galen, Lex. Hipp. s. v.) [*](² 9. 9. 2. 3 Plin. 25 32; 26. 139.) [*](4 μικρὰν conj. H. from Plin. 25. 32. radix varra; μακρὰν U* Ald.)
Τὸ δ᾿ Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ᾿ ὀσμῇ καθάπερ λιβανωτοῦ καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύνῆς κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις.
Ἄλλα δὲ πανάκη τὸ μὲν λεπτόφυλλον τὸ δὲ οὔ· αἱ δὲ δυνάμεις ἀμφοῖν αἱ αὐταί, πρόσθετόν τε γυναιξὶ καὶ κατάπλασμα μετ᾿ ἀλφίτου καὶ πρὸς τὰ ἕλκη τὰ ἄλλα καὶ πρὸς τὰ νεμόμενα.