Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὕδωρ δὲ ὅταν μὲν χλοηφορήσῃ καὶ κυήσῃ πλεῖον ἅπασι ξυμφέρει· ἀνθοῦσι δὲ πυροῖς μὲν καὶ κριθαῖς καὶ τοῖς σιτώδεσι βλαβερόν· ἀπόλλυσι [*](¹ ἂν λαμβάνοι conj Sch.; ἀναλαμβάνοι Ald. H.) [*](2 κόπρισις conj. Sch.; κόπρησις Ald.) [*](3 cf. C. P. 3. 20. 7. 4 cf. C. P. 3. 20. 5.) [*](5 πάντα μὲν οὖν M ; ταῦτα μὲν Ald. H.; ταῦτα μὲν οὖν conj. Sch. followed by W.) [*](6 κελεύουσιν conj. W.; καὶ ὅλως Ald. H.) [*](7 κινουμέναις conj. Sch (cf. C. P. 3. 21. 4, ἡ διὰ χρόνου γεωρ· γουμένη γῆ); κενουμέναις UAld ; καινουμένοις Vin. )

180
γάρ· ὀσπρίοις δ᾿ ἀβλαβὲς πλὴν ἐρεβίνθων· οὗτοι γὰρ ἀποκλυσθείσης τῆς ἅλμης ἀπόλλυνται σφακελίζοντες καὶ ὑπὸ καμπῶν κατεσθιόμενοι· ἰσχυρότερος δὲ ὁ μέλας ἐρέβινθος καὶ ὁ πυρρὸς τοῦ λευκοῦ· συμφέρει δέ, φασίν, ἐν τοῖς ἐφύδροις τόποις ὀψὲ σπείρειν αὐτόν. κύαμος δὲ ἀνθῶν μάλιστα φιλεῖ βρέχεσθαι, δι᾿ ὃ καὶ οὐκ ἐθέλουσιν ὀψισπορεῖν, ὥσπερ εἴπομεν, ὅτι πολὺν ἀνθεῖ· μετὰ δὲ τὴν ἀπάνθησιν ὀλίγου πάμπαν ὕδατος δεῖται· σύνεγγυς γὰρ ἡ τελείωσις. ἀλλ᾿ ὅταν ἁδρυνθῇ καὶ βλάπτειν δοκεῖ τὰ σιτώδη καὶ κριθὴν δὲ πυροῦ μᾶλλον.

Ἐν Ἀἰγύπτῳ δὲ καὶ Βαβυλῶνι καὶ Βάκτροις. ὅπου μὴ ὕεται ἡ χώρα σπανίως, αἱ δρόσοι τὸ ὅλον ἐκτρέφουσιν. ἔτι καὶ οἱ περὶ Κυρήνην καὶ Εὐεσπερίδας τόποι. καιριώτατα δὲ πᾶσιν ὡς ἀπλῶς εἰπεῖν τὰ ἠρινά· δι᾿ ὃ καὶ ἡ Σικελία πολύσιτος· πολλὰ γὰρ τοῦ ἦρος καὶ μαλακὰ γίνεται, τοῦ δὲ χειμῶνος ὀλίγα. ζητεῖ δὲ ἡ μὲν. λεπτόγεως πολλὰ κατὰ μικρόν· ἡ δὲ πίειρα καὶ πλῆθος μὲν ἐνεγκεῖν δύναται καὶ ἀϋδρίαν— πρὸς δὲ τὴν χώρας ἀϋδρίαν πόντια πνεύματα καὶ αὖραι δοκοῦσι ξυμφ έρειν, ἄλλα δὲ παῤ ἄλλοις τοιαῦτα, καθάπερ καὶ πρότερον εἴρηται,— ὡς ἐπὶ τὸ πᾶν δὲ μᾶλλον αὐχμὸς ἡ ἐπομβρία ξυμφέρει τῷ σίτῳ·

οἱ γὰρ ὄμβροι καὶ ἄλλως ἐναντίοι καὶ πολλάκις αὐτὰ τὰ σπέρματα διαφθείρουσιν, εἰ δὲ μὴ πλῆθός [*](¹ σφακελίζοντες; cf. 4. 14. 4.) [*](² ὁ πυρρὸς τοῦ λευκοῦ conj. Scal. from G and Plin. 18. 124; ὁ λευκὸς τοῦ πυροῦ UAld ; ὁ λ. τ. πυρροῦ H.; ὁ λ. τ. πυρὸς M.) [*](3 cf. C. P. 3. 22. 3.) [*](4 δεῖται conj. Sch.; δεῖσθαι Ald. H.)

182
γε ποιοῦσι βοτάνης, ὥστε καταπνίγεσθαι καὶ ἀτροφεῖν.

VΙΙ. Τῶν μὲν οὖν ἄλλων σπερμάτων οὐδὲν εἰς ἄλλο πέφυκε μεταβάλλειν φθειρόμενον, πυρὸν δὲ καὶ κριθὴν εἰς αἶράν φασι καὶ μᾶλλον τὸν πυρόν, γίνεσθαι δὲ τοῦτ᾿ ἐν ταῖς ἐπομβρίαις καὶ μάλιστα ἐν τοῖς εὐύδροις καὶ ὀμβρώδεσι χωρίοις. ὅτι δ᾿ οὐκ ἔστιν ἠριιὸν ἡ αἶρα καθάπερ ἡ ἄλλη πόα, πειρῶνται γάρ τινες τοῦτο λέγειν, ἐκεθεν δῆλον· εὐθὺς γὰρ τοῦ χειμῶνος φανερὰ γίνεται πεφυκυῖα· καὶ διαφέρει πολλοῖς· ἔχει γὰρ τὸ φύλλον στενὸν καὶ δασὺ καὶ λιπαρόν, καὶ τούτων ἰδιώτατον τὸ λιπαρόν· ἡ γὰρ δασύτης καὶ τοῖς τοῦ αἰγίλωπος ὑπάρχει, ἀλλ᾿ ἐκφανὴς γίνεται ἐπὶ τοῖς τοῦ αἰγίλωπος τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τούτων, καὶ ἔτι τοῦ λίνου· καὶ γὰρ ἐκ τούτου φασὶ γίνεσθαι τὴν αἶραν.