Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἔχει δὲ καὶ τὰ ἄνθη διαφορὰν καὶ τῇ φύσει καὶ τῇ θέσει, περὶ ὧν σχεδὸν ἐν τοῖς καθ᾿ ὅλου διείλομεν, ὅτι τὰ μὲν χνοώδη, καθάπερ σίτου καὶ παντὸς τοῦ σταχυώδους· τὰ δὲ φυλλώδη, καθάπερ τῶν χεδροπῶν, καὶ τῶν πλείστων κολοβά· [*](¹ Plin. 18. 58. ² i. e. ‘summer crops ’: cf. 8. 1. 1.) [*](³ Sc. but not jointed. W. suggests that the original text may have been τῶν δὲ διόλου κοῖλος οἷον ὁ τοῦ κυάμου.) [*](4 μελίνον Ald. H.: ἐλύμον V: ἐλύμου Vin. cf. 8. 1. 1; 8. 1. 6.) [*](5 add St.: om. Ald. H.G. 1. 13. 1 (?)) [*](7 χνοώδη. No rendering seems quite satisfactory : the)

162
τὰ γὰρ πολλὰ κολοβανθῆ· χνοῶδες δὲ καὶ τὸ τοῦ κέγχρου καὶ μελίνου· τοῦ δὲ σησάμου καὶ τοῦ ἐρυσίμου φυλλῶδες. καὶ ὅτι δὴ τὰ μὲν ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον τὰ σιτώδη καὶ κεγχρώδη περὶ τὸν στάχυν· τὰ δὲ χεδροπὰ ἐξ αὐτοῦ πως τοῦ ἄνθους ἢ ἀπό γε τῆς αὐτῆς ἀρχῆς γίνεται. καὶ τὴν ἄνθησιν, ὅτι τὰ μὲν ἀθρόαν τὰ δὲ κατὰ μέρος ποιεῖται· καὶ τἆλλα δὲ τὰ παραπλήσια τούτοις.

Ὁμοίως δὲ καὶ τὰ κατὰ τοὺς καρπούς, ὅτι τὰ μὲν ἔχει στάχυν, τὰ δὲ χεδροπὰ λοβόν, τὰ δὲ κεγχρώδη φόβην· ἡ δὲ καλαμώδης ἀπόχυσις φόβη. τὸ δ᾿ ὅλον ἐναγγειόσπερμα, τὰ δὲ ἐνυμενόσπερμα, τὰ δὲ γυμνόσπερμα· καὶ ἔτι τὰ μὲν ἀκρόκαρπα, τὰ δὲ πλαγιόκαρπα, καὶ ὅσα δὴ ἄλλα ταύτης ἔχεται τῆς θεωρίας.

Ὅλως δὲ πολυκαρπότερα καὶ πολυχούστερα τὰ χεδροπά, τούτων δ᾿ ἔτι μᾶλλον τὰ θερινὰ κέγχρος καὶ σήσαμον, αὐτῶν δὲ τῶν χεδρόπων μάλιστα φακός.

ἀπλῶς δὲ τὰ μικροσπερμότερα μᾶλλον ὡς εἰπεῖν, ὥσπερ καὶ τῶν λαχανωδῶν κύμινον ἀπάντων ὄντων πολυσπέρμων. ἰσχυρότερα δὲ πρὸς μὲν τὸν χειμῶνα καὶ ὅλως τὰ τοῦ ἀέρος τὰ σιτηρά, πρὸς δὲ τὴν τροφὴν τὰ [*](¹ μελίνου Ald. H.; ἐλύμου Vo. Vin. cf. 8. 3. 2 and reff.) [*](³ cf. 8. 3. 3. n. Plin. 18. 53.) [*](4 ἀπόχυσις conj. Sch. from G; ἀπόφυσις P2Ald. cf. 4. 4. 10, ἀποχεῖται; 8. 10. 4; C. P. 3. 21. 5.) [*](5 τὸ δ᾿ ὅλον : ? τὰ δ᾿ οἷον.)

164
χεδροπά. τάχα δὲ τοῦτό γε ἡμῖν τοῖς ἄλλοις ἀνάπαλιν.

IV. Τὰ μὲν οὖν ὅλα γένη τοιαύτας ἔχει διαφοράς· τὰ δὲ ὁμογενῆ δῆλον ὅτι κατὰ τὴν τῶν μερῶν ἀνωμαλίαν, οἶον τῶν σιτωδῶν πυρὸς κριθῆς στενοφυλλότερον καὶ λειοκαυλότερον καὶ πυκνότερον καὶ γλισχρότερον ἔχει τὸν καυλὸν καὶ δυσθλαστότερον· ἄμα δὲ καὶ ὁ μὲν ἐν χιτῶσι πολλοῖς ἡ δὲ γυμνόν· μάλιστα γὰρ δὴ γυμνοσπέρματον ἡ κριθή. πολύλοπον δὲ καὶ ἡ τίφη καὶ ἡ ὀλύρα καὶ πάντα τὰ τοιαῦτα καὶ μάλιστα πάντων ὡς εἰπεῖν ὁ βρόμος. ἔστι δὲ καὶ ὑψηλότερος ὁ κάλαμος τοῦ πυροῦ ἡ τῆς κριθῆς, καὶ τὸν στάχυν ἀπηρτημένον ἔχει τοῦ φύλλου μᾶλλον ὁ πυρὸς.

Ἴδιον δὲ καὶ τὸ ἄχυρον τοῦ κριθίνου τὸ πύρινον· ἐγχυλότερον γὰρ καὶ μαλακώτερον. διαφέρει δὲ ἡ κριθὴ καὶ τουτῳ τῶν πυρῶν·