Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Διαφέρει δὲ καὶ πρὸς τὴν τελείωσιν χώρα τε χώρας καὶ ἀὴρ ἀέρος· ἐν ἐλάττοσι γὰρ ἔνιαι δοκοῦσιν ἐκφέρειν, ὥσπερ ἄλλαι τε καὶ μάλιστα ἐπιδήλως Αἴγυπτος· ἐκεῖ γὰρ κριθαὶ μὲν ἐν ἑξαμήνῳ πυροὶ δὲ ἐν τῷ ἑβδόμῳ θερίζονται· περὶ δὲ τὴν Ἑλλάδα κριθαὶ μὲν ἐν τῷ ἑβδόμῳ παρὶ δὲ τοῖς πλείστοις ὀγδόῳ, πυροὶ δὲ ἔτι προσεπιλαμβάνουσιν. οὐ μὴν οὐδὲ ἐκεῖ τό γε πᾶν πλῆθος οὕτως, ἀλλ᾿ ὅσον εἰς ἀπαρχήν· κομίζεται γὰρ πρὸς ἱερῶν τινῶν χρείαν ἄλφιτα νέα τῷ ἕκτῳ μηνὶ καὶ ταῦτα ἐκ τῶν ἄνω τόπων ὑπὲρ Μέμφιν.
Λέγεται δὲ καὶ ἐν Σικελίᾳ τῆς Μεσσηνίας ἐν [*](¹ μέλινοι Ald, H,; ἔλυμοι Vo. Vin. cf. 8. 1. 1 n.)
Ὑπερβάλλον δ᾿ ἔτι τούτου καὶ πάντων θαυμασιώτερον τὸ περὶ Χαλκίαν τὴν νῆσον τὴν Ῥοδίων γινόμενον· ἐκεῖ γάρ φασιν εἶναί τινα τόπον πρώϊον οὕτω καὶ εὔφορον ὡς σπαρεισῶν κριθῶν ἅμα ταῖς ἄλλαις θερίσαντες ταύτας σπείρουσιν εἶτα πάλιν, εἶτα θερίζουσιν ἅμα τοῖς λοιποῖς· μεγίστη μὲν οὖν, εἴπερ ἀληθής, αὕτη διαφορά. τὸ γὰρ εἰς ἑτέραν χώραν μετενεχθέντα διαφέρειν, ὥσπερ ἐκ Κιλικίας φασὶν εἰς Καππαδοκίαν καὶ ὅλως τὴν ἐπέκεινα τοῦ Ταύρου, ἧττον ἄτοπον· φανερὰ γὰρ ἡ τῶν τόπων διάστασις.
[*](¹ τριακοντάχοα conj. Sch. ; τριάκοντα χοὰς Ald.)[*](2 C. P. 4. 11. 8.)Τὸ δὲ τὴν αὐτὴν διφορεῖν, ἐν ᾧπερ γε ἅπαξ αἱ ἄλλαι, σύνορον οὖσαν καὶ μίαν θαυμασιώτατον· αὕτη μὲν οὖν ἐν μεγίστῃ διαφορᾷ.
Τὰ δὲ κατὰ τὰς ἄλλας χώρας οὐ πολλὴν ἢ οὐδεμίαν ὡς εἰπεῖν τοῦ γε χρόνου λαμβάνει διάστασιν· προτερεῖ γὰρ ταῖς ὥραις τὰ Ἀθήνῃσι τῶν περὶ Ἑλλήσποντον ἡμέραις τριάκοντα μάλιστα ἢ οὐ πολλῷ πλείοσιν· εἰ μὲν οὖν καὶ ὁ σπορητὸς πρότερον, μετάθεσις ἂν εἴη τῆς ὥρας· εἰ δ᾿ ἅμα, δῆλον ὅτι πλείων ἂν ὁ χρόνος.
Οὐ μικρὶν δὲ ποιοῦσι διαφοράν οὐδὲ οἱ τόποι, καίπερ ἔνιοι συνεγγὺς ὄντες· τὰ γὰρ ἐν Σαλαμῖνι προτερεῖ πολὺ τῶν ἄλλων τῶν ἐν τῇ Ἀττικῇ καὶ ὅλως τὶ ἐπιθαλάττια καὶ εἰς ταῦτα καὶ εἰς τοὺς ἄλλους καρπούς, ὡς τὶ περὶ τὴν Ἀκτὴν καλουμένην τῆς Πελοποννήσου καὶ τὶ ἐν Φαλύκῳ τῆς Μεγαρίδος· πλὴν ἐνταῦθά γε συμβάλλεται καὶ τὸ λεπτόγεων εἶναι καὶ ψαφαρὰν τὴν χώραν. καὶ τὶ μὲν περὶ τὴν γένεσιν καὶ τὴν τελείωσιν οὕτως ἔχει.