Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ὁ δὲ αἰγίλωψ ἀνάπαλιν· ἐν γὰρ τῇ γεωργουμένῃ κάλλιον· καὶ ἐνιαχοῦ δὲ πρότερον ἀβλαστὴς ὢν ἐὰν γεωργηθῇ βλαστάνει καὶ γίνεται πολύς, καὶ ὅλως δὲ φιλεῖ χώραν ἀγαθήν. ἴδιον δὲ αὐτοῦ λέγεται πρὸς τὰ ἄλλα τὰ σιτώδη σπέρματα καὶ ἡ παῤ ἐνιαυτὸν βλάστησις ἑκατέρου τῶν σπερμάτων. δι᾿ καὶ οἱ βουλόμενοι τελέως φθεῖραι, δύσφθαρτον γὰρ δὴ φύσει τυγχάνει, τὰς ἀρούρας ἀνιᾶσιν ἀσπόρους ἐπὶ δύο ἔτη, καὶ ὅταν ἀναβλαστήσῃ τὰ πρόβατα ἐπαφιᾶσι πολλάκις, ἕως ἂν ἐκνεμηθῶσι, καὶ αὕτη γίνεται φθορὰ παντελής· ἅμα δὲ τοῦτο μαρτυρεῖ καὶ τὴν παρὰ μέρος βλάστησιν.
[*](¹ καὶ conj. Sch..: ἢ Ald.H.)[*](2 cf. 8. 1. 3. 3 cf. C.P. 4. 7. 3.)[*](⁴ ὑπαροῦντες conj. H.; ὑπαποροῦντες, UMAld. cf. C.P.3.20. 8.)Ι. Ἡ ὑγρότης οἰκεία τῶν φυτῶν, ἣν δὴ καλοῦσί τινες ὀπὸν ὀνόματι κοινῷ προσαγορεύοντες· δύναμιν δὲ ἔχει δῆλον ὅτι τὴν καθ᾿ αὑτὴν ἑκάστη. χυμὸς δὲ ταῖς μὲν μᾶλλον ταῖς δ᾿ ἧττον ἀκολουθεῖ, ταῖς δ᾿ ὅλως οὐκ ἂν δόξειεν, οὕτως ἀσθενὴς καὶ ὑδαρής τίς ἐστι. πλείστη μὲν οὖν ὑπάρχει πᾶσι κατὰ τὴν βλάστησιν, ἰσχυροτάτη δὲ καὶ μάλιστα ἐκφαίνουσα τὴν ἑαυτῆς φύσιν ὅταν ἤδη παύσηται καὶ βλαστάνοντα καὶ καρπογονοῦντα. συμβαίνει δέ τισι τῶν φυτῶν καὶ χρόας ἰδίας ἔχειν· τοῖς μὲν λευκὰς οἷον τοῖς ὀπώδεσι, τοῖς δ᾿ αἱματώδεις οἷον τῷ κενταυρίῳ καὶ τῇ ἀτρακτυλίδι καλουμένῃ ἀκάνθῃ, τοῖς δὲ χλωρόν, τοῖς δ᾿ ἐν ἄλλῃ χρόᾳ. ἔνδηλα δὲ μᾶλλον ταῦτα ἐν τοῖς ἐπετείοις καὶ τοῖς ἐπετειοκαύλοις ἢ τοῖς δένδροις.
Ἡ δ᾿ ὑγρότης τῶν μὲν πάχος ἔχει μόνον, ὥσπερ τῶν ὀπωδῶν· τῶν δὲ καὶ δακρυώδης γίνεται, καθάπερ ἐλάτης πεύκης τερεβίνθου πίτυος ἀμυγδαλῆς κεράσου προύμνης ἀρκεύθου κέδρου τῆς ἀκάνθης τῆς Αἰγυπτίας πτελέας, καὶ γὰρ αὕτη φέρει κόμμι [*](¹ cf. C.P. 6. 11. 16.) [*](² 1 have omitted ἡ and restored δὲ before ἔχει (om. Scal.; found in UMAld.).) [*](3 τῷ κενταυρίῳ conj. Scal. cf. Plin. 25. 32; κεντανρίδι conj. St.: κευτηρίᾳ P.Ald.G, cf. 9. 8. 7.)
Ἅπαντα δὲ ταῦτα εὔοσμα καὶ σχεδὸν ὅσα πιότητά τινα ἔχει καὶ λῖπος· ὅσα δ᾿ ἀλιπῆ ταῦτα δ᾿ ἄοσμα, καθάπερ τὸ κόμμι καὶ τὸ τῆς ἀμυγδαλῆς. ἔχει δὲ δάκρυον καὶ ἡ ἰξία ἡ ἐν Κρήτῃ καὶ ἡ τραγάκανθα καλουμένη· ταύτην δὲ πρότερον ᾤοντο μόνον ἐν Κρήτῃ φύεσθαι, νῦν δὲ φανερὰ καὶ ἐν Ἀχαΐδι τῆς Πελοποννήσου καὶ ἄλλοθι καὶ τῆς Ἀσίας περὶ τὴν Μήδειαν. καὶ τούτων μὲν πάντων ἔν τε τοῖς καυλοῖς καὶ τοῖς στελέχεσι καὶ τοῖς ἀκρεμόσι τὸ δάκρυον· ἐνίων δ᾿ ἐν ταῖς ῥίζαις, ὥσπερ τοῦ ἱπποσελίνου καὶ τῆς σκαμμωνίας καὶ ἄλλων πολλῶν φαρμακωδῶν. τῶν δὲ καὶ ἐν τῷ καυλῷ καὶ ἐν τῇ ῥίζῃ· καὶ γὰρ τὸν καυλὸν ὀπίζουσιν ἐνίων καὶ τὰς ῥίζας, ὥσπερ καὶ τοῦ σιλφίου.