Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πρὸς ἔκφυσιν δὲ καὶ τὴν ὅλην σπορὰν ἄριστα δοκεῖ τὰ ἑνάενα· τὰ δὲ δίενα χείρω καὶ τὰ τρίενα, τὰ δ᾿ ὑπερτείνοντα σχεδὸν ἄγονα, πρὸς δὲ τὴν σίτησιν ἀρκοῦντα. βίος γάρ ἐστιν ἑκάστοις ὡρισμένος εἰς γονήν. καίτοι καὶ ταύταις παραλλάττει ταῖς δυνάμεσι διὰ τοὺς τόπους ἐν οἷς ἂν θησαυρίζωνται. τῆς γοῦν Καππαδοκίας ἐν χωρίῳ τινὶ τῷ καλουμένῳ Πέτρᾳ καὶ τετταράκοντα ἔτη διαμένειν φασὶ γόνιμα καὶ χρήσιμα πρὸς σπόρον, εἰς δὲ τὴν σίτησιν ἑξήκοντα ἢ ἑβδομήκοντα· τὸ γὰρ ὅλον οὐ κόπτεσθαι· τὰ δὲ ἱμάτια καὶ τὴν ἄλλην γάζαν κόπτεσθαι.

τὸ γὰρ χώριον ἄλλως τε ὑψηλὸν εἶναι καὶ εὔπνουν καὶ ἔναυρον αἰεὶ καὶ ἀπ᾿ ἀνατολῆς ἔχουσι καὶ δύσεως καὶ μεσημβρίας. [*](¹ ἢ λιποσαρκεῖν conj. H.; ἡλίκα σωρῶν U; ἡλίκα σαρκῶν Μ. W. brackets as due to a gloss. cf. C. P. 4. 13. 6.) [*](² ὅταν ὑσθεὶς conj. Scal.: so Vo.; ὁ τανυσθείς Bas. Cam. θερισθῇ conj. W.; περιφυῇ MSS.)

210
φασὶ δὲ καὶ ἐν Μηδείᾳ καὶ ταῖς ἄλλαις ταῖς ὑψηλαῖς χώραις διαμένειν θησαυριζόμενα πολὺν χρόνον. ἐρέβινθον δὲ δὴ καὶ θέρμον καὶ ὄροβον καὶ κέγχρον καὶ τὰ τοιαῦτα δῆλον ὅτι πολλῷ πλείω τούτων, ὥσπερ καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴρηται, τῶν τόπων ἴδια.

Δοκεῖ δὲ καὶ γῆ τις εἶναι παρά τισιν ἣ διαπαττομένη συντηρεῖ τὸν πυρόν, ὥσπερ ἥ τε ἐν Ὀλόνθῳ καὶ ἐν Κηρίνθῳ τῆς Εὐβοίας· ποιεῖ δὲ χείρω μὲν εἰς τὴν σίτησιν ἁδρότερον δὲ τῇ προσόψει· παραπάττουσι δὲ χοίνικα εἰς τὸν μέδιμνον.

Πυρωθέντα πάντα τὰ σπέρματα ἀπόλλυται καὶ ἀβλαστῆ γίνεται· καίτοι περί γε Βαβυλῶνά φασι τὰς κριθὰς καὶ τοὺς πυροὺς ἐπὶ τῆς ἅλω πηδᾶν, ὥσπερ τὰ φρυγόμενα· ἀλλὰ δῆλον ὅτι διαφορά τίς ἐστι τῆς θερμότητος, ἢ ἁπλῶς πως θερμασίᾳ γίνεται καὶ ἡ πήδησις. καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὡσπερεὶ κοινὰ δόξειεν ἂν εἶναι πάντων ἢ τῶν πλείστων.

[*](¹ cf. C.P. 5. 18. 3; for millet-seed see J.H.S. vol. xxxv. part i. p. 22.)[*](² διαπαττομένη conj. H.; διαπλαττομένη UMAld.; διακοπτο- μένη P,. cf. Plin 18. 305.)[*](³ παραπάττουσι conj. Sch., cf. Geop. 2. 21. 3; (ἐμπάσσιν); παρατάττουσι UMAld. cf. Varro 1. 57. 1.)