Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Τῆς δὲ ῥαφάνου τριχῆ διαιρουμένης, οὐλοφύλλου τε καὶ λειοφύλλου καὶ τρίτης τῆς ἀγρίας, ἡ ἀγρία τὸ μὲν φύλλον ἔχει λεῖον μικρὸν δὲ καὶ περιφερές, πολύκλαδος καὶ πολύφυλλος, ἔτι δὲ χυλὸν ἔχουσα δριμὺν καὶ φαρμακώδη, δι᾿ ὃ καὶ πρὸς τὰς κοιλίας αὐτῷ χρῶνται οἱ ἰατροί. ὁμοίως δὲ καὶ ἐν ἐκείναις δοκοῦσι διαφοραὶ καθ᾿ ἑκατέραν· ἐπεὶ ἄσπερμόν τι γένος αὐτῶν ἐστιν ἢ κακόσπερμον. τὸ δ᾿ ὅλον ἡ οὔλη τῆς λείας εὐχυλοτέρα καὶ μεγαλοφυλλοτέρα.
Εὐχυλότερον δὲ καὶ τῶν τευτλίων τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον, ὃ καλοῦσί τινες Σικελικόν.
Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ᾿ ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκοκαυλότερον ἔοικεν ἀγρίᾳ.
Τῶν δὲ σελίνων καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς καυλοῖς αἱ διαφοραί· τὸ μὲν γὰρ πυκνὸν καὶ οὖλον καὶ δασὺ τὸ φύλλον ἔχει, τὸ δὲ μανότερον καὶ πλατύτερον καυλὸν δὲ μείζω. τούτων δὲ πάλιν τὰ μὲν λευκόκαυλα τὰ δὲ πορφυρόκαυλα ἢ ποικιλόκαυλα· τὸ δ᾿ ὅλον ἅπαν τὸ τοιοῦτον ἐμφερέστερον τῷ ἀγρίῳ.
[*](¹ Athen. 9. 9: Plin. 19. 80. ² Wild radish. See Index.)Σικύου δὲ καὶ κολοκύντης τοῦ μὲν εἶναί φασι γένη τῆς δ᾿ οὐκ εἶναι, καθάπερ τῆς ῥαφανῖδος καὶ τῆς γογγυλίδος, ἀλλ᾿ ἐν τῷ αὐτῷ γένει τὰς μὲν βελτίους τὰς δὲ χείρους. τοῦ δὲ σικύου τρία, Λακωνικὸν σκυταλίαν Βοιώτιον· τούτων δὲ ὁ μὲν Λακωνικὸς ὑδρευόμενος βελτίων, οἱ δ᾿ ἕτεροι ἀνύδρευτοι.
Διαφέρει δὲ γένει καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα. πλείω δὲ τοῦ κρομύου τὰ γένη, οἷον τὰ κατὰ τὰς χώρας ἐπικαλούμενα Σάρδια Κνίδια Σαμοθράκια, καὶ πάλιν τὰ σητάνια καὶ σχιστὰ καὶ Ἀσκαλώνια. τούτων δὲ τὰ μὲν σητάνια μικρὰ γλυκέα δὲ εὖ μάλα, τὰ δὲ σχιστὰ καὶ ἀσκαλώνια καὶ ταῖς θεραπείαις διαφέροντα καὶ δῆλον ὅτι τῇ φύσει· τὸ γὰρ σχιστὸν τῷ μὲν χειμῶνι μετὰ τῆς κόμης ἐῶσιν ἀργόν, ἅμα δὲ τῷ ἦρι τὰ φύλλα περιαιροῦσι τὰ ἔξω καὶ τὰ ἄλλα θεραπεύουσι· περιαιρεθέντων δὲ τῶν φύλλων ἕτερα βλαστάνει καὶ ἅμα κάτω σχίζεται, δι᾿ ὃ καλοῦσι σχιστά. οἱ δὲ καὶ ὅλως φασὶ πάντων δεῖν, ὅπως ἡ δύναμις εἰς τὸ κάτω καὶ μὴ σπερμοφυῇ.
τῶν δὲ Ἀσκαλωνίων ἰδία τις ἡ φύσις· μόνα γὰρ σχιστὰ καὶ ὥσπερ ἄγονα ἀπὸ τῆς ῥίζης, ἔτι δὲ ἐν αὐτοῖς ἀναυξῆ καὶ ἀνεπίδοτα· [*](¹ Athen. 3. 4: Plin. 19. 68.) [*](² Plin. 19. 101—104.) [*](³ Σάρδια conj. Meurs. from Plin.l.c.; γάρδια Ald.H.) [*](⁴ l.e. making offsets.) [*](5 Ἀσκαλώνια, whence Eng. shallot; though this name is applied to κ. σχιστόν. 6 τὸ add. W.)
Διαφέρει δ ἔνια καὶ τοῖς χρώμασιν· ἐν Ἰσσῷ γὰρ τὰ μὲν ἄλλα ὅμοια τοῖς ἄλλοις, λευκὰ δὲ σφόδρα τῇ χροιᾷ· φέρειν δέ φασιν ὅμοια τοῖς Σαρδιανοῖς. ἰδιωτάτη δὲ ἡ φύσις ἡ τῶν Κρητικῶν, παραπλησία δὲ τρόπον τινὰ τοῖς Ἀσκαλωνίοις, εἰ μὴ ἄρα καὶ ἡ αὐτή. ἐν Κρήτῃ γάρ ἐστί τι γένος ὃ σπειρόμενον μὲν ῥίζαν ποιεῖ φυτευόμενον δὲ καυλὸν καὶ σπέρμα, κεφαλὴν δὲ οὐκ ἴσχει, γλυκὺ δὲ τῷ χυμῷ· τοῦτο γὰρ οἷον ἀνάπαλιν ἔχει τοῖς ἄλλοις.