Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Διαμένουσι δὲ αἱ ῥίζαι πλειόνων, ἀλλ᾿ αἱ μὲν βλαστάνουσι πάλιν αἱ δὲ οὔ. ῥαφανὶς γοῦν καὶ γογγυλὶς διαμένουσι γῆς ἐπιβληθείσης ἄχρι θέρους καὶ αὔξησιν λαμβάνουσιν, ὅπερ ποιοῦσί τινες ἐξεπίτηδες τῶν κηπουρῶν· οὐ βλαστάνουσι δὲ οὐδ᾿ ἀφιᾶσι φύλλον οὐδ᾿ εἴ τις ἀφέλοι τὴν ἐπισεσαγμένην γῆν. ἰδεῖν δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἐστί. τὶ δὲ πλεῖστα τῶν λαχάνων μονόρριζα τῇ παχείᾳ κατὰ βάθους ῥίζῃ· καὶ γὰρ ὅσα παραφύει τὰς ἰσοπαχεῖς ταύτας, ὥσπερ σέλινον καὶ τεύτλιον, ἀπὸ τῆς μέσης πως ἡ παράφυσίς ἐστι καὶ οὐκ εὐθὺς ἀπὸ τῆς ἀρχῆς ἡ σχίσις· ἐκ δὲ ταύτης τῆς μιᾶς ἀπήρτηνται αἱ ἀποφυάδες αἱ μικραὶ καὶ τῆς ῥαφανίδος καὶ τῆς γογγυλίδος. καὶ αὗται μὲν δὴ πᾶσι φανεραὶ διὰ τὴν χρείαν.
Ἡ δὲ τοῦ τευτλίου μία μὲν μακρὰ καὶ παχεῖα καὶ ὀρθή, καθάπερ ἡ τῶν ῥαφανίδων, ἀποφύσεις δὲ ἔχει παχείας ὁτὲ μὲν δύο ὁτὲ δὲ καὶ τρεῖς ὁτὲ δὲ καὶ μίαν, τὰς δὲ μικρὰς ἐκ τούτων. σαρκώδης δὲ ἡ ῥίζα καὶ τῇ γεύσει γλυκεῖα καὶ ἡδεῖα, δι᾿ ὃ καὶ ὠμὴν ἐσθίουσί τινες· ὁ δὲ φλοιὸς οὐ παχὺς οὐδὲ ἀφαιρετός, ὥσπερ ὁ τῶν ῥαφανίδων, ἀλλὰ μᾶλλον οἷος ὁ τῶν ἱπποσελίνων. ὡσαύτως δὲ καὶ ἡ τῆς ἀδραφάξυος μία μὲν εἰς βάθος ἐκ ταύτης δὲ ἄλλαι.
[*](¹ βλαστήσειεν conj. Sch.; βλαστήσειι Ald.)[*](² οὐδ᾿ εἰ τις Ald.H.; εἰ μή τις conj. Scat. supported by G.)[*](³ ἐκ . . . μικραὶ conj, W,; εἰς δὲ ταύτην τὴν μίαν ἡ ἀπ᾿ αὐτῆς)Μονορριζότατον δὲ τούτων πάντων τὸ λάπαθον· οὐ γὰρ ἔχει παχείας ἀποφύσεις ἀλλὰ τὰς λεπτάς· βαθυρριζότατον δὲ πάντων, ἔχει γάρ μείζω τριῶν ἡμιποδίων· τὸ δ᾿ ἄγριον βραχυτέραν. πολύκαυλον δὲ καὶ πολύκλαδον καὶ ἡ ὅλη μορφὴ τελειωθεῖσα παραπλησία τῇ τοῦ τευτλίου· πολυχρονιώτερον δὲ καὶ τοῦ ἀγρίου καὶ ὅλως δὲ πάντων τῶν λαχάνων ὡς εἰπεῖν· διαμένει γὰρ ὁποσονοῦν χρόνον ὥς φασιν. ἔχει δὲ σαρκώδη τὴν ῥίζαν καὶ ἔνικμον, δι᾿ ὃ καὶ ἐξαιρεθεῖσα ζῇ πολὺν χρόνον.
Τὸ δ᾿ ὤκιμον μίαν μὲν τὴν παχεῖαν τὴν κατὰ βάθους τὰς δ᾿ ἄλλας τὰς ἐκ πλαγίου λεπτὰς ἐπιεικῶς εὐμήκεις.
Ἔνια δ᾿ οὐκ ἔχει τὴν μίαν τὴν ὀρθήν, οἷον τὸ βλίτον, ἀλλ᾿ εὐθὺ πολλὰς ἐξ ἄκρου καὶ εὐπαχεῖς καὶ μακροτέρας τῆς ἀδραφάξυος.
Τῶν δὲ ῥιζῶν ξυλωδέσταται πασῶν αἱ τοῦ ὠκίμου, καθάπερ καὶ ὁ καυλός. ἡ γὰρ τοῦ βλίτου καὶ τῆς ἀδραφάξυος καὶ τῶν τοιούτων ἧττον ξυλώδης. εἰσὶ γὰρ ὡς ἁπλῶς εἰπεῖν πασῶν αἱ μὲν σαρκώδεις αἱ δὲ ξυλώδεις. , οἷον ἡ τοῦ τευτλίου καὶ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ λαπάθου καὶ ῥαφανίδος καὶ γογγυλίδος καὶ πάντων μάλιστα τῶν κεφαλοβαρῶν· οὐδὲ γὰρ ἀναξηραινόμεναι σκληρύνονται τελείως. ξυλώδεις δέ, [*](1 cf. 1. 6. 6.) [*](² τὰ AId., cf. τὰς δὲ μικρὰς § 6: τινας conj. W. cf. Plin.19. 98 (who mistranslates).) [*](3 cf. 7. 6. 1; C. P. 3. 1. 4. ⁴ See Index.)
Βραχύρριζα δὲ ταῦτά ἐστιν, οἷον θρῖδαξ ἀνδράχνη, τῇ ὀρθῇ καὶ ταῖς εἰς τὰ πλάγια. ἡ δὲ θρῖδαξ, ὥσπερ οὐκ ἔχει τὰς τοιαύτας ἀποφύσεις ἀλλὰ μόνον τὰς λεπτάς, καὶ μάλιστα δὴ μονόρριζον ὡς εἰπεῖν. ἁπλῶς δὴ πάντα τὰ θερινὰ βραχύρριζα· καὶ γὰρ ὁ σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα καὶ διὰ τὴν ὥραν καὶ ἴσως ἔτι μᾶλλον διὰ τὴν φύσιν, ἥπερ συνηκολούθηκε τῇ ὥρᾳ. ἡ δὲ μεταφυτευομένη θρῖδαξ βραχυτέραν ἔχει τὴν ῥίζαν τῆς σπαρείσης· παραβλαστάνει γὰρ ἐκ τῶν πλαγίων μᾶλλον· βραχυτέραν δὲ καὶ ἡ ἀγρία τῆς ἡμέρου, καὶ ἐκ τῶν ἄνωθεν πολυκαυλοτερα.
III. Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον, τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶτ᾿ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι᾿ ὃ καὶ πολυχρόνιον [*](¹ After ἀνήθου Ald. H. have καὶ λαπάθου: bracketed by W. after Sch.) [*](² ἀποφυάδας conj. Scat.; ἀποφυλλάδας Ald.) [*](3 ταῦτα conj. Sch.; τὰ τοιαῦτα UM; τοιαῦτα Ald.) [*](⁴ Athen. 2. 79. Sch suggests that the name of a plant has dropped out after ὥσπερ: ? ἡ ἀνδράχνη. )