Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Διαφέρει δὲ πρὸς τὸ θᾶττον καὶ βραδύτερον καὶ ἡ τῶν σπερμάτων παλαιότης. τὰ μὲν γὰρ ἀπὸ νέων παραγίνεται θᾶττον, οἷον πράσον γήθυον [*](¹ ὥρας Vo.H.; χώρας UM; so also G.) [*](² τέλεια conj. W. (comm.); γε πολλὰ MSS.; τὰ πολλὰ Vo.Sch. W. (text); γίνεται conj. Sch. from G; γίνεσθαι Ald.) [*](3 καὶ τῇ ἀέρι . . . βραδύτερον: grammar doubtful and text perhaps defective: so given in UM; καὶ ὁ ἀὴρ περισκεπὴς )

64
σίκυος κολοκύντη· ἔνιοι δὲ καὶ προβρέχουσι τὸν σίκυον πρὸς τὸ θᾶττον ἢ ἐν γάλακτι ἢ ἐν ὕδατι. τὰ δ᾿ ἀπὸ παλαιῶν, οἷον σέλινον τεύτλιον κάρδαμον θύμβρα κορίαννον ὀρίγανον· εἴπερ μὴ αὐτὰ ἀπὸ τοῦ νέου, καθάπερ εἴπομεν. ἴδιον δέ φασιν ἐπὶ τοῦ τευτλίου συμβαίνειν· οὐ γὰρ διαφύεσθαι πᾶν εὐθὺς ἀλλ᾿ ὕστερον πολλῷ. τὸ δὲ καὶ τῷ ἐχομένῳ ἔτει καὶ τῷ τρίτῳ, δι᾿ ὃ καὶ ἐκ πολλοῦ σπέρματος ὀλίγον βλαστάνειν.

Ἕκαστον δὲ τῶν σπερμάτων, ἐὰν ἁδρυνθέντα ἀποπέσῃ, διαμένει πρὸς τὴν ὥραν τὴν ἑαυτοῦ καὶ οὐ πρότερον ἐκβλαστάνει· καὶ κατὰ λόγον ἐστί· καὶ γὰρ ἐπὶ τῶν ἀγρίων ὁρῶμεν συμβαῖνον, ἐὰν μὴ φθαρῇ. αἱ δὲ τελειώσεις τῶν καρπῶν ἁπάντων γίνονται τοῦ θέρους, πρότερον δὲ καὶ θᾶττον ὡς ἁπλῶς εἰπεῖν τῶν πρότερον σπαρέντων. διαφέρει δὲ καὶ ἡ ὥρα· τὰ γὰρ ἐν ταῖς θερμημερίαις σπαρέντα θᾶττον ἐκκαυλεῖ καὶ ἐκσπερματοῦται, καθάπερ ῥαφανὶς γογγυλίς. ἔνια δὲ οὐκ ἐνιαύσια φέρει τὸν καρπὸν ἀλλὰ δίενα, καθάπερ σέλινον πράσον γήθυον, ἃ καὶ διαμένει χρόνον πλείονα καὶ οὐκ ἔστιν ἐπέτεια· τὰ γὰρ πολλὰ τούτων ἅμα τῇ τελειώσει τῶν σπερμάτων αὐαίνεται.

Πάντα δὲ ὡς εἰπεῖν ὅσα ἐκκαυλεῖ καὶ τελειοῖ τὸν καρπὸν ἀποτελειοῦται κατὰ τὸ σχῆμα τοῦ παραβλαστήσεις ἐκ τῶν καυλῶν ἔχειν ἀκρεμονικάς, πλὴν ὅσα μονόκαυλα, καθάπερ πράσον καὶ γήθυον καὶ κρόμυον καὶ σκόροδον.

Φίλυδρα δὲ καὶ φιλόκοπρα πάντα, μᾶλλον δὲ [*](¹ φυτεύεται αὐτὰ conj. W.; οὐ τὸ UMAld.) [*](² Sc. soaking.)

66
τὰ ἀσθενέστερα καὶ πλείονος ἐπιμελείας δεόμενα, τὰ δὲ καὶ τροφῆς.

II. Φύεται δὲ πάντα ἀπὸ τοῦ σπέρματος, ἔνια δὲ καὶ ἀπὸ παρασπάδος καὶ κλωνὸς καὶ ῥίζης. ἀπὸ μὲν παρασπάδος ἡ ῥάφανος· δεῖ γάρ τι καὶ ῥιζῶδες προσλαβεῖν. ἀπὸ δὲ τῶν βλαστῶν πήγανον ὀρίγανος ὤκιμον· ἀποφυτεύουσι γὰρ καὶ τοῦτο ὅταν σπιθαμιαῖον ἢ μεῖζον γένηται τεμόντες εἰς τὸ ἥμισυ. ἀπὸ ῥίζης δὲ σκόροδον καὶ κρόμυον καὶ βολβὸς καὶ ἄρον καὶ ἁπλῶς τὰ τοιαῦτα τῶν κεφαλορρίζων. φύεται δὲ καὶ εἴ τινων αἱ ῥίζαι διαμένουσιν ἐπὶ πλείονα χρόνον ἐπετειοκαύλων ὄντων. ὅτι δὲ ἀπὸ σπέρματος πάντα βλαστάνει φανερόν· καὶ γὰρ τὸ πήγανον, ὅπερ οὔ φασί τινες. ἀλλὰ βραδέως, δι᾿ ὃ καὶ ἀποφυτεύουσιν.