Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἡ δὲ καλουμένη μαγύδαρις ἕτερόν ἐστι τοῦ σιλφίου μανότερόν τε καὶ ἧττον δριμὺ καὶ τὸν ὀπὸν οὐκ ἔχει· διάδηλος δέ ἐστι καὶ τῇ ὄψει τοῖς ἐμπείροις. γίνεται δὲ περὶ Συρίαν καὶ οὐκ ἐν Κυρήνῃ· φασὶ δὲ καὶ ἐν τῷ Παρνασίῳ ὄρει πολλήν· ἔνιοι δὲ σίλφιον τοῦτο καλοῦσιν. εἰ δὲ φεύγει τὴν ἐργάσιμον ὥσπερ τὸ σίλφιον σκεπτέον, ὡσαύτως δὲ καὶ εἴ τι ὅμοιον ἢ παραπλήσιον ἔχει φύλλου τε πέρι καὶ καυλοῦ, καὶ εἰ ὅλως ἀφίησί τι δάκρυον. τὴν μὲν οὖν ναρθηκώδη καὶ ὅλως τὴν ἀκανθώδη φύσιν ἐν τοῖς τοιούτοις θεωρητέον.
IV. Τῆς δ᾿ ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο εἰπεῖν, ἐπειδὴ διήρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον, [*](¹ cf. Arr. Anab. 3. 28. 6 and 7.) [*](² Artemisia canogirata: Index App. (24).) [*](3 Plin. 19. 46; Diosc. 3. 94; Hesych. s.v.; Photius, Gloss. s.v.; cf. 6. 3. 4 n.)
Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ᾿ ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ᾿ οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ᾿ οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προιούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν.
Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς [*](¹ φέως conj. St.; φλέως Ald. cf. 6. 1. 3.) [*](2 cf. 6. 1. 3. Plin. 21. 91; 22. 39.)
καὶ τἆλλα, πλείω γάρ ἐστι. διαφέρουσι δ᾿ ἀλλήλων πρὸς τοῖς εἰρημένοις τῷ τὰ μὲν πολύκαυλα εἶναι καὶ ἀποφύσεις ἔχειν, ὥσπερ ὁ ἄκανος, τὰ δὲ μονόκαυλα καὶ μὴ ἔχειν, ὥσπερ ὁ κνῆκος, ἔνια δ᾿ ἄνωθεν ἔχειν ἐξ ἄκρου, καθάπερ τὸ ῥύτρος. καὶ τὰ μὲν εὐθὺς τοῖς πρώτοις ὑετοῖς βλαστάνειν τὰ δ᾿ ὕστερον, ἔνια δὲ καὶ τοῦ θέρους, ὥσπερ καὶ ἡ τετράλιξ ὑπό τινων καλουμένη καὶ ἡ ἰξίνη· καὶ ἐπὶ τῶν ἀνθῶν ὁμοίως· ὀψιανθὴς γὰρ ὁ σκόλυμος καὶ ἐπὶ πολὺν χρόνον.
[*](¹ ἀκανῶδες m Bas.; ἀκανθῶδες Ald. cf. 1. 13. 3, where ἀκανῶδες is restored by W. ’s certain conj.)[*](2 ἀκανῶδες conj. Sch.; ἀκανθῶδες Ald. H.; acanaceum G.)[*](³ ἄκανος ἢ ἀκανῶδες Ald.; ἄκανθος ἢ ἀκανθῶδες m Bas. υ. supra.)[*](4 σόγκος conj. Sch.; κνῆκος Ald. The correction seems necessary in view of 6. 4. 8.)[*](5 ἄκορνα conj. Sch.; ἄκαρνα Ald. cf. Plin. l.c.)[*](6 ὃς καὶ λειμωνία Ι conj.; ἢ καὶ λειμωνία conj. Scal. from)Διαφοραὶ δὲ τῶν μὲν ἀκάνων οὐκ εἰσί, τῆς κνήκου δ᾿ εἰσίν· ἡ μὲν γὰρ ἀγρία ἡ δ᾿ ἥμερος. τῆς δ᾿ ἀγρίας δύο εἴδη, τὸ μὲν προσεμφερὲς σφόδρα τῷ ἡμέρῳ πλὴν εὐθυκαυλότερον, δι᾿ ὃ καὶ πηνίοις ἔνιαι τῶν ἀρχαίων ἐχρῶντο γυναικῶν. καρπὸν δὲ ἔχει μέλανα καὶ μέγαν καὶ πικρόν. ἡ δ᾿ ἑτέρα δασεῖα καὶ τοὺς καυλοὺς ἔχει σογκώδεις, ὥστε τρόπον τινὰ ἐπιγειόκαυλος γίνεται· διὰ γὰρ μαλακότητα τῶν καυλῶν κατακλίνεται πρὸς τὰς ἀρούρας· καρπὸν δ᾿ ἔχει μικρὸν πώγωνος· σπερματώδεις πᾶσαι, πλὴν μειζόσι καὶ πυκνοτέροις αἱ ἄγριαι. ἴδιον δὲ ἔχει πρὸς τὰ ἄλλα ἄγρια· τὰ μὲν γὰρ σκληρότερα καὶ ἀκανθωδέστερα τῶν ἡμέρων, αὕτη δὲ μαλακωτέρα καὶ λειοτέρα.