Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

II. Εἴδη δὲ καὶ διαφοραὶ καθ᾿ ἕκαστον τῶν εἰρημένων εἰσὶ τῶν μὲν φανερώτεραι τῶν δὲ ἀφανέστεραι. καὶ γάρ κίσθου δύο γένη διαιροῦσι, τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τῷ τὸ μὲν μεῖζον καὶ σκληρότερον καὶ λιπαρώτερον εἶναι καὶ τὸ ἄνθος ἐπιπορφυρίζον· ἄμφω δὲ ὅμοια τοῖς ἀγρίοις ῥόδοις, πλὴν ἐλάττω καὶ ἄοσμα.

Δύο δὲ εἴδη καὶ τοῦ κνεώρου· ὁ μὲν γὰρ λευκὸς ὁ δὲ μέλας. ἔχει δὲ ὁ μὲν λευκὸς τὸ φύλλον [*](¹ i.e. there is a gradation.) [*](² κίσθος conj. Sch..; κισσὸς Ald.H.) [*](3 σπειραία conj. Sch. from Plin. 21. 53; σμηρέα Ald G.) [*](4 θύμβρα σφάκος conj. Sch.; θύμθρας φακὸς UMVAld.) [*](5 cf. 6. 2. 5.) [*](6 ναρθηκώδη = hollow-stemmed, ἐννευρόκαυλα = plants with a plain unjointed stem, solid with ‘immersed’ fibres. In the)

8
δερματῶδες πρόμηκες ὁμοιόσχημον τρόπον τινὰ τῇ ἐλάᾳ, ὁ δὲ μέλας οἷον ἡ μυρίκη σαρκῶδες· ἐπίγειος δὲ μᾶλλον ὁ λευκός· ἔστι δὲ ὀσμώδης, ὁ δὲ μέλας ἄοσμος. τὴν δὲ ῥίζαν τὴν εἰς βάθος ἄμφω μεγάλην ἔχουσι καὶ τοὺς ἀκρεμόνας πολλοὺς καὶ παχεῖς καὶ ξυλώδεις ἀπ᾿ αὐτῆς τῆς γῆς ἢ μικρὸν ἄνω σχιζομένους, ξυλωδεστάτην δέ. γλίσχρον δὲ σφόδρα, δι᾿ ὃ καὶ χρῶνται πρὸς τὸ καταδεῖν καὶ περιλαμβάνειν, ὥσπερ τῷ οἴκῳ. βλαστάνει δὲ καὶ ἀνθεῖ μετ᾿ ἰσημερίαν μετοπωρινὴν καὶ ἀνθεῖ πολὺν χρόνον.

Καὶ τῆς ὀριγάνου δὲ ἡ μέλαινα ἄκαρπος ἡ δὲ λευκὴ κάρπιμος. καὶ θύμον τὸ μὲν λευκὸν τὸ δὲ μέλαν εὐανθὲς δὲ σφόδρα· περὶ τροπὰς γὰρ ἀνθεῖ θερινάς. ἀφ᾿ οὗ καὶ ἡ μέλιττα λαμβάνει τὸ μέλι, καὶ τούτῳ φασὶν οἱ μελιττουργοὶ δῆλον εἶναι. πότερον εὐμελιτοῦσι ἢ οὔ· καλῶς γὰρ ἀπανθήσαντος εὐμελιτεῖν· βλάπτει δὲ καὶ ἀπόλλυσι τὴν ἄνθησιν ἐάν ὕδωρ ἐπιγένηται.

Σπέρμα δὲ κάρπιμον ἡ μὲν θύμβρα καὶ ἔτι μᾶλλον ἡ ὀρίγανος ἔχει φανερόν, τοῦ θύμου δ᾿ οὐκ ἔστι λαβεῖν, ἀλλ᾿ ἐν τῷ ἄνθει πως ἀναμέμικται· σπείρουσι γάρ τοῦτο καὶ ἀναβλαστάνει.

ζητοῦσι δὲ καὶ λαμβάνουσιν οἱ ἐξάγειν Ἀθήνῃσι βουλόμενοι τὸ γένος. ἴδιον δὲ ἔχει καὶ πρὸς ταῦτα καὶ σχεδὸν πρὸς τὶ ἄλλα τὸ κατὰ τοὺς τόπους· οὐ γάρ φασι δύνασθαι φύεσθαι καὶ [*](¹ cf. 1. 10. 4.) [*](² Apparently an afterthought, suggested by the mention of the woodiness of the branches.) [*](3 περιλαμβάνει conj. W. from G; περιλαμβάνειν Ald.) [*](4 Plin. 21. 55.)

10
λαμβάνειν ὅπου μὴ ἀναπνοὴ διικνεῖται ἡ ἀπὸ τῆς θαλάττης· δι᾿ οὐδ᾿ ἐν Ἀρκαδίᾳ γίνεται· θύμβρα δὲ καὶ ὀρίγανος καὶ τὶ τοιαῦτα πολλὰ καὶ πολλαχοῦ. παραπλήσιον οὖν τὸ συμβαῖνον τοῦτο καὶ ἐπὶ τῆς ἐλάας· οὐδὲ γὰρ οὐδ᾿ ἐκείνη δοκεῖ τριακοσίων σταδίων ἀπὸ θαλάττης ἐπάνω φύεσθαι.

Σφάκος δὲ καὶ ἐλελίσφακος διαφέρουσιν ὡσὰν τὸ μὲν ἥμερον τὸ δὲ ἄγριον· λειότερον γὰρ τὸ φύλλον τοῦ σφάκου καὶ ἔλαττον καὶ αὐχμηρότερον, τὸ δὲ τοῦ ἐλελισφάκου τραχύτερον.

Δύο δὲ γένη καὶ τοῦ πρασίου· τὸ μὲν γὰρ ἔχει ποῶδες τὸ φύλλον καὶ μᾶλλον ἐπικεχαραγμένον, ἔτι δὲ τάς ἐντομὰς ἐνδήλους σφόδρα καὶ βαθείας, ᾧ καὶ οἱ φαρμακοπῶλαι χρῶνται πρὸς ἔνια· τὸ δὲ ἕτερον στρογγυλότερον καὶ αὐχμῶδες σφόδρα, καθάπερ τοῦ σφάκου, καὶ τὰς ἐντομὰς ἀμαυροτέρας ἔχον καὶ ἐπικεχαραγμένον ἧττον.

Κονύζης δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. διαφορὰς δὲ ἔχει καθάπερ τὰ ἄλλα τὰ οὕτω διαιρούμενα· τὸ μὲν γὰρ θῆλυ λεπτοφυλλότερον καὶ ξυνεστηκὸς μᾶλλον καὶ τὸ ὅλον ἔλαττον, τὸ δὲ ἄρρεν μεῖζόν τε καὶ παχυκαυλότερον καὶ πολυκλωνότερον καὶ τὸ φύλλον μεῖζον καὶ λιπαρώτερον ἔχον, ἔτι δὲ τὸ ἄνθος λαμπρότερον. καρποφόρα δὲ ἄμφω· τὸ δὲ ὅλον ὀψιβλαστεῖ καὶ ὀψιανθεῖ περὶ Ἀρκτοῦρον καὶ μετ᾿ [*](1 λαμβάνειν P2Ald.: lit. ‘take hold’, cf. 6. 2. 6; βλαστάνειν) [*](²σφάκος conj. Sch.: σφάκελος UMVP2Ald.; Plin. 22, 146 and 147.)

12
Ἀρκτοῦρον λαμβάνει. βαρεῖα δὲ ἡ ὀσμὴ τοῦ ἄρρενος, ἡ δὲ τῆς θηλείας δριμυτέρα, δι᾿ ὃ καὶ πρὸς τὰ θηρία χρησίμη.

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα ὥσπερ διαφέροντα. πάλιν δὲ ἄλλα μονοειδῆ τυγχάνοντα καὶ τῶν πρότερον εἰρημένων καὶ ἕτερα παρὰ ταῦτα· πλείω γάρ ἐστι.