Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι πυκνὸν καὶ λιπαρόν.
[*](¹ λεῖα conj. Scal. from G; νέα Ald.)[*](² With sods. cf. Plin., l.c., who seems to have had a fuller text.)[*](³ An Athenian tragic poet. Scal. restores the quotation)Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ. ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· τοῦτο δ᾿ ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῄ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀναβαίνει πρὸς τὶ δένδρα.
δεῖ δὲ τὴν ἐσχάραν ἐκ τούτων ποιεῖν τὸ δὲ τρύπανον ἐκ δάφνης· οὐ γὰρ ἐκ ταὐτοῦ τὸ ποιοῦν καὶ πάσχον, ἀλλ᾿ ἕτερον εὐθὺ δεῖ κατὰ φύσιν, καὶ τὸ μὲν δεῖ παθητικὸν εἶναι τὸ δὲ ποιητικόν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γίνεται καί, ὥς γέ τινες ὑπολαμβάνουσιν. οὐδὲν διαφέρει. γίνεται γὰρ ἐκ ῥάμνου καὶ πρίνου καὶ φιλύρας καὶ σχεδὸν ἐκ τῶν πλείστων πλὴν ἐλάας· ὃ καὶ δοκεῖ ἄτοπον εἶναι· καὶ γὰρ σκληρότερον καὶ λιπαρὸν ἡ ἐλάα· τοῦτο μὲν οὖν ἀσύμμετρον ἔχει δῆλον ὅτι τὴν ὑγρότητα πρὸς τὴν πύρωσιν. ἀγαθὰ δὲ τὰ ἐκ ῥάμνου· ποιεῖ δὲ τοῦτο καὶ τὴν ἐσχάραν χρηστήν· πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι δεῖ καὶ μανοτέραν, ἵν᾿ ἡ τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον· ὄἰ ὃ τὸ τῆς δάφνης ἄριστον· ἀπαθὲς γὰρ ὂν ἐργάζεται τῇ δριμύτητι. πάντα δὲ τὰ πυρεῖα βορείοις μὲν θᾶττον καὶ μᾶλλον ἐξάπτεται, νοτίοις δὲ ἧττον· καὶ ἐν μὲν τοῖς μετεώροις μᾶλλον, ἐν δὲ τοῖς κοίλοις ἦττον.
Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν [*](¹ π. δὲ γίνεται μὲν conj. Sch.; π. μὲν γίνετα UMVAld.) [*](2 cf. 1. 2. 3 n.) [*](3 κιττοῦ conj. Bod. from deigne 64, Plin. 16. 208; καρύου Ald.) [*](4 πυρεῖον conj. Salm.; πυροὶ UMVAld.)
I. Περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται πρότερον· ἑπόμενον δ᾿ εἰπεῖν περί τε τῶν φρυγανικῶν καὶ ποιωδῶν καὶ εἴ τινες ἐν τούτοις ἕτεραι συμπεριλαμβάνονται φύσεις· οἶον ἥ γε σιτηρὰ ποιώδης ἐστί.
Πρῶτον δὲ λέγωμεν περὶ τῆς φρυγανικῆς· αὕτη γὰρ ἐγγυτέρω τῶν προειρημένων διὰ τὸ ξυλώδης. εἶναι. πανταχοῦ μὲν οὖν ἴσως αἰεὶ τὸ ἄγριον τοῦ ἡμέρου πλεῖον, εἰ δὲ μή, περί γε τὴν φρυγανικὴν οὐσίαν· ὀλίγον γὰρ τὸ ἥμερον αὐτῆς, ὅπερ σχεδὸν ἐν τοῖς στεφανωτικοῖς ἐστιν, οἶον ῥοδωνία ἰωνία διόσανθος ἀμάρακος ἡμεροκαλλές, ἔτι δὲ ἕρπυλλος σισύμβριον ἑλένιον ἀβρότονον. ἅπαντα γὰρ ταῦτα ξυλώδη καὶ μικρόφυλλα, δι᾿ ὃ καὶ φρυγανικά.
καὶ ἐπὶ τῶν λαχανηρῶν δ᾿ [*](1 cf. 6. 6. 1.) [*](2 This hardly corresponds to the definition of φρύγανα)
Μεγίστην δ᾿ ἄν τις λάβοι διαφοράν τῶν ὅλων γενῶν, ὅτι τὰ μὲν ἀνάκανθα τὰ δὲ ἀκανθώδη τυγχάνει. πάλιν δ᾿ ἐν ἑκατέρῳ τούτων πολλαὶ διαφοραὶ γενῶν καὶ εἰδῶν, ὑπὲρ ὧν καθ᾿ ἑκάτερα πειρατέον εἰπεῖν.
Τῶν ἀκανθικῶν δὴ τὰ μὲν ἁπλῶς εἰσιν ἄκανθαι, ὥσπερ ἀσφάραγος καὶ σκορπίος· οὐ γὰρ ἔχουσι φύλλον οὐδὲν παρὰ τὴν ἄκανθαν. τὰ δὲ φυλλάκανθα, καθάπερ ἄκανος ἠρύγγιον κνῆκος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐπὶ τῶν φύλλων ἔχει τὴν· ἄκανθαν, δι᾿ ὃ καὶ φυλλάκανθα καλεῖται. τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἕτερον ἔχει φύλλον, ὥσπερ ἡ ὀνωνὶς καὶ ὁ τρίβολος καὶ ὁ φέως, ὃν δή τινες καλοῦσι στοιβήν. ὁ δὲ τρίβολος καὶ περικαρπιάκανθός ἐστιν· ἔχει γὰρ ἀκάνθας ἐν τῷ περικαρπίῳ, δι᾿ ὃ καὶ τοῦτο ἴδιον πρὸς ἅπαντα ὡς εἰπεῖν· ἐπεὶ πτορθάκανθά γε πολλὰ καὶ τῶν δένδρων καὶ τῶν θαμνωδῶν ἐστιν, οἷον ἀχρὰς ῥόα παλίουρος βάτος ῥοδωνία κάππαρις. ἐν μὲν οὖν τοῖς ἀκανθικοῖς ταύτας ἄν τις ὡς εἰπεῖν τύπῳ λάβοι τάς διαφοράς.
[*](¹ ἔστιν. . . εἴδεσι : text needlessly altered by Sch. and W. Sch. himself shews that T. uses εἶδος and γένος almost in- discriminately. Here τῶν ὅλων γενῶν means the same as τοῖς)Ἐν δὲ τοῖς ἀνακάνθοις οὐκ ἔστιν οὕτως διαλαβεῖν τοῖς γένεσιν· ἡ γὰρ τῶν φύλλων ἀνωμαλία μεγέθει καὶ μικρότητι καὶ σχήμασιν ἄπειρος καὶ ἀσαφής· ἀλλὰ δεῖ πειρᾶσθαι κατ᾿ ἄλλον τρόπον διαιρεῖν. πλείω δέ ἐστι τὶ γένη τὰ τούτων καὶ διαφορὰς ἔχοντα μεγάλας, οἷον κίσθος μήλωθρον ἐρευθεδανὸν σπειραία κνέωρον ὀρίγανος θύμβρα σφάκος ἐλελίσφακος πράσιον κόνυζα μελισσόφυλλον ἕτερα τοιαῦτα· πρὸς τούτοις ἔτι τὰ ναρθηκώδη καὶ ἐννευρόκαυλα, καθάπερ μάραθον ἱππομάραθον ναρθηκία νάρθηξ καὶ τὸ καλούμενον ὑπό τινων μυοφόνον καὶ ὅσα ὅμοια τούτοις. ἅπαντα γὰρ ἄν τις καὶ ταῦτα καὶ ὅλως εἴ τι ναρθηκῶδές ἐστι τῆς φρυγανικῆς θείη φύσεως.
II. Εἴδη δὲ καὶ διαφοραὶ καθ᾿ ἕκαστον τῶν εἰρημένων εἰσὶ τῶν μὲν φανερώτεραι τῶν δὲ ἀφανέστεραι. καὶ γάρ κίσθου δύο γένη διαιροῦσι, τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τῷ τὸ μὲν μεῖζον καὶ σκληρότερον καὶ λιπαρώτερον εἶναι καὶ τὸ ἄνθος ἐπιπορφυρίζον· ἄμφω δὲ ὅμοια τοῖς ἀγρίοις ῥόδοις, πλὴν ἐλάττω καὶ ἄοσμα.