Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργάνων ἕκαστα κατὰ τὴν χρείαν· οἶον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελείνοις καὶ μελείνοις· τὰς δὲ μεγάλας σφ ύρας πιτυίνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν.
VIII. Ἑκάστη δὲ τῆς ὕλης, ὥσπερ καὶ πρότερον ἐλέχθη, διαφέρει κατὰ τοὺς τόπους· ἔνθα μὲν γὰρ λωτὸς ἔνθα δὲ κέδρος γίνεται θαυμαστή, καθάπερ καὶ περὶ Συρίαν· ἐν Συρίᾳ γὰρ ἔν τε τοῖς ὄρεσι διαφέροντα γίνεται τὰ δένδρα τῆς κέδρου καὶ τῷ ὕψει καὶ τῷ πάχει· τηλικαῦτα γάρ ἐστιν ὥστ’ ἔνια μὲν μὴ δύνασθαι τρεῖς ἄνδρας περιλαμβάνειν· ἔν τε τοῖς παραδείσοις ἔτι μείζω καὶ καλλίω. φαίνεται δὲ καὶ ἐάν τις ἐᾷ καὶ μὴ τέμνῃ τόπον οἰκεῖον ἕκαστον ἔχον γίνεσθαι θαυμαστὸν τῷ μήκει καὶ πάχει. ἐν Κύπρῳ γοῦν οὐκ ἔτεμνον οἱ βασιλεῖς, ἄμα μὲν τηροῦντες καὶ ταμιευόμενοι, ἄμα [*](¹ Inconsistent with 5. 6. 2. φιλυρέα conj. Sch.) [*](2 καὶ σημύδα conj. Sch.; καὶ μυῖα U; καὶ μύα Ald. cf. 3. 14. 4.)
πλεῦσαι γάρ ποτε τοὺς Ῥωμαίους βουλομένους κατασκευάσασθαι πόλιν ἐν τῇ νήσῳ πέντε καὶ εἴκοσι ναυσί, καὶ τηλικοῦτον εἶναι τὸ μέγεθος τῶν δένδρων ὥστε εἰσπλέοντας εἰς κόλπους τινὰς καὶ λιμένας διασχισθεῖσι τοῖς ἱστοῖς ἐπικινδυνεῦσαι. καὶ ὅλως δὲ πᾶσαν τὴν νῆσον δασεῖαν καὶ ὥσπερ ἠγριωμένην τῇ ὕλῃ· δι’ ὃ καὶ ἀποστῆναι τὴν πόλιν οἰκίζειν· διαβάντας δέ τινας ἀποτεμέσθαι πάμπολυ πλῆθος ἐκ τόπου βραχέος, ὥστε τηλικαύτην ποιῆσαι σχεδίαν ἢ ἐχρήσατο πεντήκοντα ἱστίοις· οὐ μὴν ἀλλὰ διαπεσεῖν αὐτὴν ἐν τῷ πελάγει. Κύρνος μὲν οὖν εἴτε διὰ τὴν ἄνεσιν εἴτε καὶ τὸ ἔδαφος καὶ τὸν ἀέρα πολὺ διαφέρει τῶν ἄλλων.
Ἡ δὲ τῶν Λατίνων ἔφυδρος πᾶσα· καὶ ἡ μὲν πεδεινὴ δάφνην ἔχει καὶ μυρρίνους καὶ ὀξύην θαυμαστήν· τηλικαῦτα γὰρ τά μήκη τέμνουσι ὥστ’ εἶναι διανεκῶς τῶν Τυρρηνίδων ὑπὸ τὴν τρόπιν· ἡ δὲ ὀρεινὴ πεύκην καὶ ἐλάτην. τὸ δὲ [*](1 Demetrius Poliorcetes. cf. Plut. Demetr. 43; Plin. 16. 203.) [*](² ἐσικινδυνεῦσαι conj. W.; τὸν ύκνον Ald.; so U, but πυκνον.) [*](3 i.e. against the overhanging trees. ? ἱστίοις, to which διασχ. is more appropriate.)
IX. Τὸ δὲ καὶ πρὸς τὴν πύρωσιν πῶς ἑκάστη τῆς ὕλης ἔχει λεκτέον ὁμοίως καὶ πειρατέον λαβεῖν. ἄνθρακες μὲν οὖν ἄριστοι γίνονται τῶν πυκνοτάτων, οἶον ἀρίας δρυὸς κομάρου· στερεώτατοι γάρ, ὥστε πλεῖστον χρόνον ἀντέχουσι καὶ μάλιστα ἰσχύουσι· δι’ ὃ καὶ ἐν τοῖς ἀργυρείοις τούτοις χρῶνται πρὸς τὴν πρώτην τούτων ἕψησιν. χείριστοι δὲ τούτων οἱ δρύινοι· γεωδέστατοι γάρ· χείρους δὲ καὶ οἱ τῶν πρεσβυτέρων τῶν νέων, καὶ μάλιστα οἱ τῶν γερανδρύων διὰ ταὐτό· ξηρότατοι γάρ, δι’ ὃ καὶ πηδῶσι καιόμενοι· δεῖ δὲ ἔνικμον εἶναι.
Βέλτιστοι δὲ οἱ τῶν ἐν ἀκμῇ καὶ μάλιστα οἱ [*](1 cf. Hom. Od. 10. 552 foll., 11. 51–80, 12. 8–15; Plin. 15. 119.) [*](² νἐαν πρόσθεσινσ conj. Sch.; εἰς ὰνδρὸς θέσιν Ald.)
χρῶνται δὲ καὶ αἱ τέχναι τούτοις. ζητοῦσι δὲ καὶ οἱ χαλκεῖς τοὺς πευκίνους μᾶλλον ἡ δρυίνους· καίτοι ἀσθενέστεροι ἀλλ’ εἰς τὴν φύσησιν ἀμ;είνους ὡς ἦσσον καταμαραινόμενοι· ἔστι δὲ ἡ φλὸξ ὀξυτέρα τούτων. τὸ δὲ ὅλον ὀξυτέρα φλὸξ καὶ ἡ τούτων καὶ ἡ τῶν ξύλων τῶν μανῶν καὶ κούφων καὶ ἡ τῶν αὔων· ἡ δ’ ἐκ τῶν πυκνῶν καὶ χλωρῶν νωθεστέρα καὶ παχυτέρα· πασῶν δὲ ὀξυτάτη ἡ ἐκ τῶν ὑλημάτων· ἄνθρακες δὲ ὅλως οὐ γίνονται διὰ τὸ μὴ ἔχειν τὸ σωματῶδες.
Τέμνουσι δὲ καὶ ζητοῦσι εἰς τὰς ἀνθρακιὰς τὰ [*](¹ κολοβῶν conj. Palm.; κολλάβων U; κολάβων Ald.) [*](² δὲ καὶ ἐκ τῶν conj. W. ; δὲ καὶ οἱ τῶν UMVP; δὲ οἱ τῶν Ald.H.) [*](3 καὶ εἰ ἐνικμοτέρας conj. W.; καὶ οἱ ἐνακμοτέρας U; καὶ ἡ ἐν ἀκμητέρας MV; καὶ οἱ ἐν ὰκμητέρας Ald.Bas.Cam. The sense seems to require ὑγροτέρας for ἐνικμοτέρας and ἐνικμοτέρα for ὑγροτέρα. G seems to have had a fuller text.) [*](⁴ i.e. from growing in a damper place. cf. 5. 9. 4.)
Δύσκαπνα δὲ τῷ γένει μὲν ὅλως τὰ ὑγρά· καὶ τὶ χλωρὰ διὰ τοῦτο δύσκαπνα. λέγω δὲ τὰ ὑγρὰ τὰ ἕλεια, οἶον πλάτανον ἰτέαν λεύκην αἴγειρον· ἐπεὶ καὶ ἡ ἄμπελος ὅτε ὑγρ δύσκαπνος. ἐκ δὲ τῆς ἰδίας φύσεως ὁ φοῖνιξ, ὃν δὴ καὶ μάλιστά τινες ὑπειλήφασι δύσκαπνον· ὅθεν καὶ Χαιρήμων ἐποίησε “τοῦ τε δυσκαπνοτάτου φοίνικος ἐκ γῆς ῥιζοφοιτήτους φλέβας.”
δριμύτατος δὲ ὁ καπνὸς συκῆς καὶ ἐρινεοῦ καὶ εἴ τι ἄλλο ὀπῶδες· αἰτία δὲ ἡ ὑγρότης· φλοϊσθέντα δὲ καὶ ἀποβρεχθέντα ἐν ὕδατι ἐπιρρύτῳ καὶ μετὰ ταῦτα ξηρανθέντα πάντων ἀκαπνότατα καὶ φλόγα μαλακωτάτην ἀνίησιν, ἄτε καὶ τῆς οἰκείας ὑγρότητος ἐξῃρημένης. δριμεῖα δὲ καὶ ἡ τέφρα καὶ ἡ κονία ἡ ἀπ᾿ αὐτῶν. μάλιστα δέ φασι τὴν ἀπὸ τῆς ἀμυγδαλῆς.
Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι πυκνὸν καὶ λιπαρόν.
[*](¹ λεῖα conj. Scal. from G; νέα Ald.)[*](² With sods. cf. Plin., l.c., who seems to have had a fuller text.)[*](³ An Athenian tragic poet. Scal. restores the quotation)Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ. ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· τοῦτο δ᾿ ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῄ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀναβαίνει πρὸς τὶ δένδρα.
δεῖ δὲ τὴν ἐσχάραν ἐκ τούτων ποιεῖν τὸ δὲ τρύπανον ἐκ δάφνης· οὐ γὰρ ἐκ ταὐτοῦ τὸ ποιοῦν καὶ πάσχον, ἀλλ᾿ ἕτερον εὐθὺ δεῖ κατὰ φύσιν, καὶ τὸ μὲν δεῖ παθητικὸν εἶναι τὸ δὲ ποιητικόν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γίνεται καί, ὥς γέ τινες ὑπολαμβάνουσιν. οὐδὲν διαφέρει. γίνεται γὰρ ἐκ ῥάμνου καὶ πρίνου καὶ φιλύρας καὶ σχεδὸν ἐκ τῶν πλείστων πλὴν ἐλάας· ὃ καὶ δοκεῖ ἄτοπον εἶναι· καὶ γὰρ σκληρότερον καὶ λιπαρὸν ἡ ἐλάα· τοῦτο μὲν οὖν ἀσύμμετρον ἔχει δῆλον ὅτι τὴν ὑγρότητα πρὸς τὴν πύρωσιν. ἀγαθὰ δὲ τὰ ἐκ ῥάμνου· ποιεῖ δὲ τοῦτο καὶ τὴν ἐσχάραν χρηστήν· πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι δεῖ καὶ μανοτέραν, ἵν᾿ ἡ τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον· ὄἰ ὃ τὸ τῆς δάφνης ἄριστον· ἀπαθὲς γὰρ ὂν ἐργάζεται τῇ δριμύτητι. πάντα δὲ τὰ πυρεῖα βορείοις μὲν θᾶττον καὶ μᾶλλον ἐξάπτεται, νοτίοις δὲ ἧττον· καὶ ἐν μὲν τοῖς μετεώροις μᾶλλον, ἐν δὲ τοῖς κοίλοις ἦττον.
Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν [*](¹ π. δὲ γίνεται μὲν conj. Sch.; π. μὲν γίνετα UMVAld.) [*](2 cf. 1. 2. 3 n.) [*](3 κιττοῦ conj. Bod. from deigne 64, Plin. 16. 208; καρύου Ald.) [*](4 πυρεῖον conj. Salm.; πυροὶ UMVAld.)