Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Οἰκοδομικὴ δὲ πολλῷ πλείων, ἐλάτη τε καὶ πεύκη καὶ κέδρος, ἔτι κυπάριττος δρῦς καὶ ἄρκευθος· ὡς δ’ ἀπλῶς εἰπεῖν πᾶσα χρησίμη πλὴν εἴ τις ἀσθενὴς πάμπαν· οὐκ εἰς ταὐτὸ γὰρ πᾶσαι, καθάπερ οὐδ’ ἐπὶ τῆς ναυπηγίας. αἱ δ’ ἄλλαι πρὸς τὰ ἴδια τῶν τεχνῶν, οἶον σκεύη καὶ ὄργανα καὶ εἴ τι τοιοῦτον ἕτερον. πρὸς πλεῖστα δὲ σχεδὸν ἡ ἐλάτη παρέχεται χρείαν· καὶ γὰρ πρὸς τοὺς πίνακας τοὺς γραφομένους. τεκτονικῇ μὲν οὖν ἡ παλαιοτάτη κρατίστη, ἐὰν ᾖ ἀσαπής· εὐθετεῖ γὰρ ὡς εἰπεῖν πᾶσι χρῆσθαι· ναυπηγικῇ δὲ διὰ τὴν κάμψιν ἐνικμοτέρᾳ ἀναγκαῖον· ἐπεὶ πρός γε τὴν κόλλησιν ἡ ξηροτέρα συμφέρει. ἵσταται γὰρ καινὰ τὰ ναυπηγούμενα καὶ ὅταν συμπαγῇ καθελκυσθέντα συμμύει καὶ στέγει, πλὴν ἐὰν μὴ παντάπασιν ἐξικμασθῇ· τότε δὲ οὐ δέχεται κόλλησιν ἢ οὐχ ὁμοίως.
Δεῖ δὲ καὶ καθ’ ἕκαστον λαμβάνειν εἰς ποῖα χρήσιμός ἐστιν. ἐλάτη μὲν οὖν καὶ πεύκη. καθάπερ εἴρηται, καὶ πρὸς ναυπηγίαν καὶ πρὸς [*](¹ ἐλάτη. . . ᾶρκευθος conj. W,: ἐλάτη τε καὶ πεύκη καὶ κέδρος ἔτι κυπάρριττος δρῦς πεύκη καὶ κέδρος ἄοκευθος U; ἐλάτη τε καὶ πεύκη καὶ κέδρος καὶ ἄρκευθος Ald.H.: so also MV, omitting καὶ before ὰρκ.) [*](2 ὡς δ’ ἁπλῶς conj. Sch.; ατλῶς δ’ ὡς Ald.) [*](³ καινὰ conj. Sch.; καὶ νῦν Ald.) [*](4 συμπαγῇ conj. W., which he renders ‘when it has been glued together’; συμπίῃ Ald. G’s reading was evidently different.)
Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυροπηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς ἀμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρκευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές.
ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ’ ἥ γε ἐν τῷ Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται [*](¹κίστας: cf. 3. 13. 1; perhaps ‘hampers,’' cf. 5. 7. 7.) [*](2 παρακολλήματα: lit. ‘things glued on.’) [*](3 Plin. 16. 229.) [*](4 ταῖς μονοστρόφιs ἁμάξαις : or, perhaps, ‘the wheels of)
Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργάνων ἕκαστα κατὰ τὴν χρείαν· οἶον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελείνοις καὶ μελείνοις· τὰς δὲ μεγάλας σφ ύρας πιτυίνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν.
VIII. Ἑκάστη δὲ τῆς ὕλης, ὥσπερ καὶ πρότερον ἐλέχθη, διαφέρει κατὰ τοὺς τόπους· ἔνθα μὲν γὰρ λωτὸς ἔνθα δὲ κέδρος γίνεται θαυμαστή, καθάπερ καὶ περὶ Συρίαν· ἐν Συρίᾳ γὰρ ἔν τε τοῖς ὄρεσι διαφέροντα γίνεται τὰ δένδρα τῆς κέδρου καὶ τῷ ὕψει καὶ τῷ πάχει· τηλικαῦτα γάρ ἐστιν ὥστ’ ἔνια μὲν μὴ δύνασθαι τρεῖς ἄνδρας περιλαμβάνειν· ἔν τε τοῖς παραδείσοις ἔτι μείζω καὶ καλλίω. φαίνεται δὲ καὶ ἐάν τις ἐᾷ καὶ μὴ τέμνῃ τόπον οἰκεῖον ἕκαστον ἔχον γίνεσθαι θαυμαστὸν τῷ μήκει καὶ πάχει. ἐν Κύπρῳ γοῦν οὐκ ἔτεμνον οἱ βασιλεῖς, ἄμα μὲν τηροῦντες καὶ ταμιευόμενοι, ἄμα [*](¹ Inconsistent with 5. 6. 2. φιλυρέα conj. Sch.) [*](2 καὶ σημύδα conj. Sch.; καὶ μυῖα U; καὶ μύα Ald. cf. 3. 14. 4.)
πλεῦσαι γάρ ποτε τοὺς Ῥωμαίους βουλομένους κατασκευάσασθαι πόλιν ἐν τῇ νήσῳ πέντε καὶ εἴκοσι ναυσί, καὶ τηλικοῦτον εἶναι τὸ μέγεθος τῶν δένδρων ὥστε εἰσπλέοντας εἰς κόλπους τινὰς καὶ λιμένας διασχισθεῖσι τοῖς ἱστοῖς ἐπικινδυνεῦσαι. καὶ ὅλως δὲ πᾶσαν τὴν νῆσον δασεῖαν καὶ ὥσπερ ἠγριωμένην τῇ ὕλῃ· δι’ ὃ καὶ ἀποστῆναι τὴν πόλιν οἰκίζειν· διαβάντας δέ τινας ἀποτεμέσθαι πάμπολυ πλῆθος ἐκ τόπου βραχέος, ὥστε τηλικαύτην ποιῆσαι σχεδίαν ἢ ἐχρήσατο πεντήκοντα ἱστίοις· οὐ μὴν ἀλλὰ διαπεσεῖν αὐτὴν ἐν τῷ πελάγει. Κύρνος μὲν οὖν εἴτε διὰ τὴν ἄνεσιν εἴτε καὶ τὸ ἔδαφος καὶ τὸν ἀέρα πολὺ διαφέρει τῶν ἄλλων.