Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Μέλαν δὲ σφόδρα καὶ πυκνὸν το τῆς τερμίνθου· περὶ γοῦν Συρίαν μελάντερόν φασιν εἶναι τῆς ἐβένου· καὶ ἐκ τούτου γὰρ καὶ τὰς λαβὰς τῶν ἐγχειριδίων ποιεῖσθαι, τορνεύεσθαι δὲ ἐξ αὐτῶν καὶ κύλικας Θηρικλείους, ὥστε μηδένα ἄν διαγνῶναι πρὸς τὰς κεραμέας· λαμβάνειν δὲ τὸ ἐγκάρδιον· δεῖν δὲ ἀλείφειν τὸ ξύλον· οὕτω γὰρ γίνεσθαι καὶ κάλλιον καὶ μελάντερον.

Εἶναι δὲ καὶ ἄλλο τι δένδρον, ὃ ἄμα τῇ μελανίᾳ καὶ ποικιλίαν τινὰ ἔχει ὑπέρυθρον, ὥστε εἶναι τὴν ὄψιν ὡσὰν ἐβένου ποικίλης· ποιεῖσθαι δ’ ἐξ αὐτοῦ καὶ κλίνας καὶ δίφρους καὶ τὰ ἄλλα τὰ σπουδαζόμενα. τὸ δὲ δένδρον μέγα σφόδρα καὶ καλόφυλλον εἶναι ὅμοιον ταῖς ἀπίοις.

Ταῦτα μὲν οὖν ἄμα τῇ μελανίᾳ καὶ πυκνοτητα ἔχει. πυκνὸν δὲ καὶ ἡ σφένδαμνος καὶ ἡ ζυγία καὶ ὅλως πάντα τὰ οὖλα· καὶ ἡ ἐλάα δὲ καὶ ὁ κότινος, ἀλλὰ κραῦρα. μανὰ δὲ τῶν μὲν ἀγρίων καὶ ἐρεψίμων τὰ ἐλάτινα μάλιστα, [*](¹ cf. Arist. Mereor. 4 7 ad fin.) [*](2 cf. 1 6. 1. cf. 3. 15. 3.) [*](3 Peobably so called from their resemblance in shape and)

434
τῶν δ’ ἄλλων τὰ ἄκτινα καὶ τὰ σ ύκινα καί τὰ τῆς μηλέας καὶ τὰ τῆς δάφνης. σκληρότατα δὲ τὰ δρύινα καὶ τὰ ζυγινα καὶ τὰ τῆς ἀρίας· καὶ γὰρ ὑποβρέχουσι ταῦτα πρὸς τὴν τρύπησιν μαλάξεως χάριν. μαλακὰ δὲ καθ᾿ ὅλου μὲν τὰ μανὰ καὶ χαῦνα· τῶν δὲ σαρκωδῶν μάλιστα φίλυρα. δοκεῖ δὲ καὶ θερμότατον εἶναι τοῦτο· σημεῖον δὲ ὅτι μάλιστα ἀμβλύνει τὰ σιδήρια· τὴν γὰρ βαφὴν ἀνίησι διὰ τὴν θερμότητα.

Θερμὸν δὲ καὶ κιττὸς καὶ δάφνη καὶ ὅλως ἐξ ὦν τὰ πυρεῖα γίνεται· Μενέστωρ δέ φησι καὶ συκάμινον. ψυχρότατα δὲ τα ἔνυδρα καὶ ὑδατώδη. καὶ γλίσχρα δὲ τὶ ἰτέινα καὶ ἀμπέλινα, ὄἰ ὃ καὶ τάς ἀσπίδας ἐκ τούτων ποιοῦσι· συμμύει γὰρ πληγέντα· κουφότερον δὲ τὸ τῆς ἰτέας, μανότερον γάρ, ὄἰ ὃ καὶ τούτῳ μᾶλλον χρῶνται. τὸ δὲ τῆς πλατάνου γλισχρότητα μὲν ἔχει, φύσει δὲ ὑγρότερον τοῦτο καὶ τὸ τῆς πτελέας. σημεῖον δέ ἐστιν, μετὰ τὴν τομὴν ὀρθὸν ὅταν σταθῇ, πολὺ ὕδωρ ἀφίησι. τὸ δὲ τῆς συκαμίνου πυκνὸν ἄμα καὶ γλίσχρον.

Ἐστι δὲ καὶ ἀστραβέστατον τὸ τῆς πτελέας. ὄἰ ὃ καὶ τοὺς στροφεῖς τῶν θυρῶν ποιοῦσι πτελείνους· ἐὰν γὰρ οὗτοι μένωσι, καὶ αἱ θύραι μένουσιν ἀστραβεῖς, εἰ δὲ μή, διαστρέφονται. ποιοῦσι δ᾿ αὐτοὺς ἔμπαλιν τιθέντες τὶ ξύλα τό τε ἀπὸ τῆς ῥίζης καὶ τὸ ἀπὸ τοῦ φύλλου· [*](1 ὑποβρέχουσι conj. Harduin from Plin. 16. 27; ἀποβρίθουσι Ald. H: ἀποβρέχουσι mBas.) [*](2 cf. 5. 5. 1, which, referring to this paseage, hardly agrees with it as now read.)

436
καλοῦσι δὲ οἱ τέκτονες τὸ ἀπὸ τοῦ φ ύλλου τὸ ἄνω· ἐναρμοσθέντα γαρ ἀλλήλοις ἑκάτερον κωλύει πρὸς τὴν ὁρμὴν ἐναντίως ἔχον. εἰ δὲ ἔκειτο κατι φύσιν, οὗπερ ἡ ῥοπὴ ἐνταῦθα πάντων ἂν ἦν ἡ φορά.

Τὰς δὲ θύρας οὐκ εὐθὺς συντελοῦσιν, ἀλλὰ πήξαντες ἐφιστᾶσι, κἄπειτα ὑστέρῳ οἱ δὲ τῷ τρίτῳ ἔτει συνετέλεσαν ἐὰν μᾶλλον σπουδάζωσι· τοῦ μὲν γὰρ θέρους ἀναξηραινομένων διίστανται, τοῦ δὲ χειμῶνος συμμύουσιν. αἴτιον δ’ ὅτι τῆς ἐλάτης τὰ μανὰ καὶ σαρκώδη ἕλκει τὸν ἀέρα ἔνικμον ὄντα.