Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Κοινὴ δὲ φθορὰ πάντων κἂν αἱ ῥίζαι περικοπῶσιν ἡ πᾶσαι ἣ αἱ πλεῖσται καὶ μέγισται καὶ κυριώταται τοῦ ζῆν. αὗται μὲν οὖν ἐξ ἀφαιρέσεως.
Ἡ δ’ ὑπὸ τοῦ ἐλαίου προσθέσει τινὶ μᾶλλον ἢ ἀφαιρέσει· πολέμιον γὰρ δὴ καὶ τοῦτο πᾶσι· καὶ ἔλαιον ἐπιχέουσι τοῖς ὑπολείμμασι τῶν ῥιζῶν. ἰσχύει δὲ μᾶλλον τὸ ἔλαιον ἐν τοῖς νέοις καὶ ἄρτι φυομένοις· ἀσθενέστερα γάρ, δι’ ὃ καὶ ἅπτεσθσ. κσλύουσι.
Φθοραὶ δὲ καὶ ὑπ’ ἀλλήλων εἰσὶ τῷ παραιρεῖσθαι τὰς τροφὰς καὶ ἐν τοῖς ἄλλοις ἐμποδίζειν. χαλεπὸς δὲ καὶ ὁ κιττὸς παραφυόμενος, χαλεπὸς δὲ καὶ ὁ κύτισος· ἀπόλλυσι γὰρ πάνθ’ ὡς εἰπεῖν· [*](¹ τινὁς μὲν ζῆν τὸ δ. conj. W.; τινος ἐὰν (corrected) τοῦ δένδρου U; τινος ἐζῃρέθη τοῦ 3. M V Ald.) [*](2 cf. Plin 17. 234: C.P. 5. 15. 6.) [*](³ πᾶσι· καὶ ἔλαιον ἐπιχέουσι conj. Sch.; πᾶσιν ἕλαιον ἐπιχεύ- ουσιν UMP2Ald.)
Ἔνια δὲ οὐ φθείρει μὲν χείρω δὲ ποιεῖ ταῖς δυνάμεσι τῶν χυλῶν καὶ τῶν ὀσμῶν, οἶον ἡ ῥάφανος καὶ ἡ δάφνη τὴν ἄμπελον. ὀσφραίνεσθαι γάρ φασι καὶ ἕλκειν. δι᾿ καὶ ὅταν ὁ βλαστὸς πλησίον γένηται πάλιν ἀναστρέφειν καὶ ἀφορᾶν ὡς πολεμίας οὔσης τῆς ὀσμῆς. Ἀνδροκύδης δὲ καὶ παραδείγματι τούτῳ κατεχρήσατο πρὸς τὴν βοήθειαν τὴν ἀπὸ τῆς ῥαφάνου γινομένην πρὸς τὸν οἶνον, ὡς ἐξελαύνουσαν τὴν μέθην· φεύγειν γὰρ δὴ καὶ ζῶσαν τὴν ἄμπελον τὴν ὀσμήν. αἱ μὲν οὖν φθοραὶ πῶς τε γίνονται καὶ πόσαι καὶ ποσαχῶς φανερὸν ἐκ τῶν προειρημένων.
[*](¹ ἕλκει: lit ‘draws it in’; cf. ἔλκειν ἀέρα, μέθυ, etc.)[*](² cf. C. P. 2. 18. 4 ὁ βλαστὸς πλησίον conj. Dalec. from G; ὁ πλησίον βλαστός Ald. H.)I. Περὶ δὲ τῆς ὕλης, ποία τέ ἐστιν ἑκάστη. καὶ πόθ' ὡραία τέμνεσθαι, καὶ πρὸς ποῖα τῶν ἔργων χρησίμη, καὶ ποία δύσεργος ἢἡ εὕεργος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης ἱστορίας ἔχεται, πειρατέον ὁμοίως εἰπεῖν.
Ὡραῖα δὴ τέμνεσθαι τῶν ξύλων τὰ μὲν οὖν στρογγύλα καὶ ὅσα πρὸς φλοισμὸν ὅταν βλαστάνῃ· τότε γὰρ εὐπεριαίρετος ὁ φλοιός, ὃ δὴ καλοῦσι λοπᾶν, διὰ τὴν ὑγρότητα τὴν ὑπογινομένην αὐτῷ. μετὰ δὲ ταῦτα δυσπεριαίρετος καὶ τὸ ξύλον μέλαν γίνεται καὶ δυσειδές. τὰ δὲ τετράγωνα μετὰ τὸν λοπητόν· ἀφαιρεῖται γὰρ ἣ πελέκησις τὴν δυσείδειαν. ὅλως πᾶν πρὸς ἰσχὺν ὡραιότατον οὐ μόνον πεπαυμένον τῆς βλαστήσεως ἀλλ' ἔτι μᾶλλον ἐκπεπᾶναν τὸν καρπόν. ἀλλὰ διὰ τὸν φλοισμὸν ἀώροις οὖσιν ὡραίοις συμβαίνει γίνεσθαι τοῖς στρογγύλοις. ὥστε ἐναντίαι αἱ ὧραι κατὰ συμβεβηκός. εὐχρούστερα [*](¹ Plin. 16. 188. ² cf. 3. 5. 1.) [*](³ δυσπεριαιρετός conj. Sch.; δυσπερικάθαρτος Ald.)
Ἐπεὶ δὲ μάλιστ' ἡ μόνον περιαιροῦσι τὸν φλοιὸν ἐλάτης πεύκης πίτυος, ταῦτα μὲν τέμνεται τοῦ ἦρος· τότε γὰρ ἡ βλάστησις· τὰ δὲ ἄλλα ὁτὲ μὲν μετὰ πυροτομίαν, ὁτὲ δὲ μετὰ τρυγητὸν καὶ Ἀρκτοῦρον, οἶον ἀρία πτελέα σφένδαμνος μελία ζυγία ὀξύα φίλυρα φηγός τε καὶ ὅλως ὅσα κατορύττεται· δρῦς δὲ ὀψιαίτατα κατὰ χειμῶνα μετὰ τὸ μετόπωρον· ἐὰν δὲ ὑπὸ τὸν λοπητὸν τμηθῇ, σήπεται τάχιστα ὡς εἰπεῖν, ἐάν τε ἔμφλοιος ἐάν τε ἄφλοιος· καὶ μάλιστα μὲν τὰ ἐν τῷ πρώτῳ λοπητῷ, δεύτερα δὲ τὶ ἐν τῷ δευτέρῳ. τρίτα δὲ καὶ ἥκιστα τὰ ἐν τῷ τρίτῳ· τὰ δὲ μετὰ τὴν πέπανσιν τῶν καρπῶν ἄβρωτα διαμένει, κὰν ἀλόπιστα ᾖ· πλὴν ὑπὸ τὸν φλοιὸν ὑποδυόμενοι σκώληκες ἐπιπολῆς ἐγγράφουσι τὸ στέλεχος. οἶς καὶ σφραγῖσι χρῶνταί τινες· ὡραῖον δὲ τμηθὲν τὸ δρύϊνον ἀσαπές τε καὶ ἀθριπηδέστατον γίνεται καὶ σκληρὸν καὶ πυκνὸν ὥσπερ κέρας· πᾶν γὰρ ὅμοιόν ἐστιν ἐγκαρδίῳ· πλὴν τό γε τῆς ἁλιφλοιου καὶ τότε φαῦλον.