Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
δεῖ δὲ ἄμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ αἱ ὦραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπόλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντέχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖνος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά.
δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος, πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁποσονοῦν, συμφθείρεσθαι πάντως· ἀλλ’ ἐπὶ τῶν ἀσθενεστέρων τοῦτ’ εἰκός. ἔνια γὰρ κἂν μὴ κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ [*](¹ καὶ add. W. (text defective in MSS. except U).)
XVI. Ἣν δὲ καλοῦσιν ἐπικοπὴν τῶν δένδρων. μόνον πεύκης ἐλάτης πίτυος φοίνικος, οἱ δὲ καὶ κέδρου καὶ κυπαρίττου φασί. ταῦτα γάρ, ἐὰν περιαιρεθῇ τὴν κόμην ἄνωθεν καὶ ἐπικοπῇ τὸ ἄκρον, φθείρεται πάντα καὶ οὐ βλαστάνει, καθάπερ οὐδ’ ἐπικαυθέντα ἣ πάντα ἣ ἔνια. τὰ δ’ ἄλλα πάντα καὶ περικοπέντα βλαστάνει, καὶ ἔνιά γε καλλίω γίνεται, καθάπερ ἡ ἐλάα. διαφθείρεται δὲ τὰ πολλὰ κἂν σχισθῇ τὸ στέλεχος· οὐδὲν γὰρ ὑπομένειν δοκεῖ πλὴν ἀμπέλου καὶ συκῆς καὶ ῥόας καὶ μηλέας· ἔνια δὲ κὰν ἑλκωθῇ καὶ μεῖζον καὶ βαθύτερον ἀπόλλυται. τὰ δ’ οὐδὲν πάσχει, καθάπερ ἡ πεύκη δᾳδουργουμένη. καὶ ἐξ ὧν δὴ τὰς ῥητίνας συλλέγουσιν, οἷον ἐλάτης τερμίνθου· καὶ γὰρ δὴ τούτων εἰς βάθος ἡ τρῶσις καὶ ἕλκωσις. καὶ γὰρ ἐξ ἀφόρων φοράδες γίνονται καὶ ἐξ ὀλιγοφόρων πολυφόροι.
Τὰ δὲ καὶ πελέκησιν ὑπομένει καὶ ὀρθὰ καὶ πεσόντα ὑπὸ πνεύματος, ὥστε πάλιν ἀνίστασθαι καὶ ζῆν καὶ βλαστάνειν, οἶον ἰτέα καὶ πλάτανος. ὅπερ συνέβη καὶ ἐν Ἀντάνδρῳ καὶ ἐν Φιλίπποις· ἐκπεσούσης γὰρ ὡς ἀπέκοψαν τοὺς ἀκρεμόνας καὶ ἐπελέκησαν, ἀνεφύη νύκτωρ ἡ πλάτανος κουφισθεῖσα τοῦ βάρους καὶ ἀνεβίω καὶ ὁ φλοιὸς περιέφυ πάλιν. παραπεπελεκημένη δ’ ἐτύγχανεν ἐκ τῶν δύο μερῶν· ἦν δὲ τὸ δένδρον μέγα μῆκος [*](1 Plin. 17.236; cf. 3. 7. 2; C.P. 5. 17. 3.) [*](2 cf. 3. 9. 5.) [*](3 ἄνωθεν καὶ conj. W.: καὶ ἄνεθεν Ald.) [*](4 cf. 1. 3. 3; 1. 14. 2.)