Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Δρυὸς δὴ γένη—ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ᾿ ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ᾿ ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργασίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς—γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ᾿ ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ᾿ ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ᾿ ἄλλων. ὡς δ᾿ οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ᾿ ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυφύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ καὶ πικρότατον ἡ αἰγίλωψ.
οὐχ ἅπασαι δὲ γλυκεῖαι ἐν τοῖς γένεσιν ἀλλ᾿ ἐνίοτε καὶ πικραί, καθάπερ ἡ φηγός. διαφέρουσι δὲ καὶ τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασι τῶν βαλάνων. ἴδιον δὲ ἔχουσιν ἥ τε φηγὸς καὶ ἡ ἁλίφλοιος· ἀμφότεραι γὰρ παραλιθάζουσιν ἐν τοῖς ἄρρεσι καλουμένοις ἐξ ἄκρων τῶν βαλάνων ἑκατέρωθεν, αἱ μὲν πρὸς τῷ κελύφει αἱ δὲ πρὸς [*](¹ Plin. 16. 16 and 17.) [*](² See Index, δρῦς and ἡμερίs. ἡμερίς, lit. ‘cultivated oak.’) [*](3 Plin. 16. 20.)
Διαφέρουσι δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς στελέχεσι καὶ τοῖς ξύλοις καὶ τῇ ὅλῃ μορφῇ. ἡ μὲν γὰρ ἡμερὶς οὐκ ὀρθοφυὴς οὐδὲ λεία οὐδὲ μακρά· περίκομος γὰρ ἡ φυτεία καὶ ἐπεστραμμένη καὶ πολυμάσχαλος, ὥστε ὀζώδη καὶ βραχεῖαν γίνεσθαι· τὸ δὲ ξύλον ἰσχυρὸν μὲν ἀσθενέστερον δὲ τῆς φηγοῦ· τοῦτο γὰρ ἰσχυρότατον καὶ ἀσαπέστατον. οὐκ ὀρθοφυὴς δὲ οὐδ᾿ αὕτη ἀλλ᾿ ἧττον ἔτι τῆς ἡμερίδος, τὸ δὲ στέλεχος παχύτατον, ὥστε καὶ τὴν ὅλην μορφὴν βραχεῖαν εἶναι· καὶ γὰρ ἡ φυτεία περίκομος καὶ ταύτῃ καὶ οὐκ εἰς ὀρθόν. ἡ δὲ αἰγίλωψ ὀρθοφυέστατον καὶ ὑψηλότατον καὶ λειότατον καὶ τὸ ξύλον εἰς μῆκος ἰσχυρότατον. οὐ φύεται δὲ ἐν τοῖς ἐργασίμοις ἢ σπανίως.
Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυίᾳ καὶ μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χείριστον μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλιφλοίου, καὶ θριπηδέστατον μετ᾿ ἐκείνην· ἡ γὰρ ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι᾿ ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι᾿ ὃ καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ᾿ ἐγκάρδιον εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι [*](¹ i.e. at the ‘top’ end; πρὸς: ? ἐν, πρὸς being repeated by mistake.) [*](2 ζώων MSS.; ὠῶν conj. Palm. 3 Plin. 16. 22.)
Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγίλωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρομοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ᾿ ἐξ ὀφθαλμοῦ ἀλλ᾿ ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ᾿ ἀλίφλοιος ἐπίμελαν τοῦτο φύει καὶ βραχύ.
Οἱ μὲν οὖν ἐκ τῆς Ἴδης οὕτως διαιροῦσιν. οἱ δὲ περὶ Μακεδονίαν τέτταρα γένη ποιοῦσιν, ἐτυμόδρυν ἣ τὰς γλυκείας, πλατύφυλλον ἣ τὰς πικράς, φηγὸν ἣ τὰς στρογγύλας, ἄσπριν· ταύτην δὲ οἱ μὲν ἄκαρπον ὅλως οἱ δὲ φαῦλον τὸν καρπόν, ὥστε μηδὲν ἐσθίειν ζῶον πλὴν ὑός, καὶ ταύτην ὅταν ἑτέραν μὴ ἔχῃ· καὶ τὰ πολλὰ λαμβάνεσθαι περικεφαλαίᾳ. μοχθηρὰ δὲ καὶ τὰ ξύλα· πελεκηθέντα [*](1 Plin. 16. 26.) [*](² φάσκον . . . ῥκίοις conj. Sch. (ῥακίοις Salm.): φάσκος ὅμοιος τῖς βραχχείοις UP2; φάσκον ὁμοίως τῖς βραγχίοις Ald. H. Plin 16. 33, cf. 12. 108; Diosc. 1. 20; Hesych. s.υ. φάσκος.) [*](³ τραχὺ conj. W.; βραχὺ UP. ⁴ κορύνης. cf. 3. 5. 1.)
IX. Τῶν δὲ ἄλλων ἐλάττους· καὶ σχεδὸν τά γε πλεῖστα διαιροῦσι ἄρρενι καὶ θήλει, καθάπερ εἴρηται, πλὴν ὀλίγων ὦν ἐστι καὶ ἡ πεύκη· πεύκης γὰρ τὸ μὲν ἥμερον ποιοῦσι τὸ δ᾿ ἄγριον, τῆς δ᾿ ἀγρίας δύο γένη· καλοῦσι δὲ τὴν μὲν Ἰδαίαν τὴν δὲ παραλίαν· τούτων δὲ ὀρθοτέρα καὶ μακροτέρα καὶ τὸ φύλλον ἔχουσα παχύτερον ἡ Ἰδαία, τὸ δὲ φύλλον λεπτότερον καὶ ἀμενηνότερον ἡ παραλία καὶ λειότερον τὸν φλοιὸν καὶ εἰς τὰ δέρματα χρήσιμον· ἡ δὲ ἑτέρα οὔ. καὶ τῶν στροβίλων ὁ μὲν τῆς παραλίας στρογγύλος τε καὶ διαχάσκων ταχέως, ὁ δὲ τῆς Ἰδαίας μακρότερος καὶ χλωρὸς καὶ ἧττον χάσκων ὡς ἂν ἀγριώτερος· τὸ δὲ ξύλον ἰσχυρότερον τὸ τῆς παραλίας· δεῖ γὰρ καὶ τὰς τοιαύτας διαφορὰς [*](1 Plin. 16. 23.) [*](² τὸ δὲ. . . . τοιαῦτα: this sentence seems out of place, as ἁλίφλοιος was not one of the ‘Macedonian’ oaks mentioned above (Sch.).)
Ὀρθότερον δὲ καὶ παχύτερον, ὥσπερ εἴπομεν, ἡ Ἰδαία, καὶ πρὸς τούτοις πιττωδέστερον ὅλως τὸ δένδρον, μελαντέρᾳ δὲ πίττῃ καὶ γλυκυτέρᾳ καὶ λεπτοτέρᾳ καὶ εὐωδεστέρᾳ, ὅταν ᾖ ὠμή· ἑψηθεῖσα δὲ χείρων ἐκβαίνει διὰ τὸ πολὺν ἔχειν τὸν ὀρρόν. ἐοίκασι δ᾿ ἅπερ οὗτοι διαιροῦσιν ὀνόμασιν ἰδίοις οἱ ἄλλοι διαιρεῖν τῷ ἄρρενι καὶ θήλει. φασὶ δ᾿ οἱ περὶ Μακεδονίαν καὶ ἄκαρπόν τι γένος ὅλως εἶναι πεύκης, καὶ τὸ μὲν ἄρρεν βραχύτερόν τε καὶ σκληροφυλλότερον, τὸ δὲ θῆλυ εὐμηκέστερον, καὶ τὰ φύλλα λιπαρὰ καὶ ἁπαλὰ καὶ κεκλιμένα μᾶλλον ἔχειν· ἔτι δὲ τὰ ξύλα τῆς μὲν ἄρρενος περίμητρα καὶ σκληρὰ καὶ ἐν ταῖς ἐργασίαις στρεφόμενα, τῆς δὲ θηλείας εὐεργὰ καὶ ἀστραβῆ καὶ μαλακώτερα.