Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
VII. Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ᾿ ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἴστῳ πλοίου — περιφύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ καλοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον.
συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ [*](¹ σφ. καὶ ὀλίγας conj. W.; σᾳ. κατ᾿ ὀλίγον UMVAld.) [*](2 i.e. not very fibrous.) [*](³ cf. Hdt. 6. 37, and the proverb πίτυος τρόπον ἐκτρίβεσθα.) [*](4 ὅμαλον conj. Scal.; ὅμοιον Ald.) [*](5 ἱκανὸν ἵστῳ πλοίου conj, W,; ἢ καὶ ἡλίκον πλεῖον Ald.; sc UH, but with πλοῖον.)
Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ᾿ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ᾿ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ᾿ ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.
Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν, οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν [*](¹ i.e. and so does not, like other trees under like treat ment, put its strength into these. cf. C.P. 5. 17. 4.) [*](2 ἑαυτῶν conj. Sch. from G; αὐτὸν Ald.) [*](3 The leaf-gall, cf. 2. 8. 3; 3. 14. 1. For τοῦτο cf. 3. 18. 11; 4. 7. 1. 4 Lat. grossi. cf. C. P. 5. 1. 8.) [*](5 τινὰ καρπὸς conj. Sch.; τινὰ ἄκαρπος UAld.)
Παραφύει δ᾿ ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχαλίδος ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλανας τὸ δ᾿ ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν· ἀνοιγόμενον δ᾿ ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ πλεῖον. ἔτι δ᾿ ἄλλο τούτου σπανιαίτερον φυλλικὸν συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ [*](¹ πυρῆνος ἐλάας ἰσοφυὲς conj. W.; πυρῆνος ἐλαίᾳ εἰρουφυην UMV; πυρῆνα ἐλαία εἰρουφύην Ald.) [*](² περὶ πυρήνιον σκληρότερον Ι conj.; περὶ πυρηνίου σκληρότητα U; περὶ πυρηνίου σκληρότερον Μ; περιπυρηνίου σκληρότερον V Ald. W. prints the reading of U. For πῖλος see Index.)
Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται καὶ ἐν ἄλλοις· ἀλλ᾿ οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη. πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ᾿ Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ᾿ οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός.
VΙΙΙ. Πάντων δέ, ὥσπερ ἐλέχθη, τῶν δένδρων ὡς καθ᾿ ἕκαστον γένος λαβεῖν διαφοραὶ πλείους εἰσίν· ἡ μὲν κοινὴ πᾶσιν, ᾗ διαιροῦσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὧν τὸ μὲν καρποφόρον τὸ δὲ ἄκαρπον ἐπί τινων. ἐν οἷς δὲ ἄμφω καρποφόρα τὸ θῆλυ καλλικαρπότερον καὶ πολυκαρπότερον· πλὴν ὅσοι ταῦτα καλοῦσιν ἄρρενα, καλοῦσι γάρ τινες. παραπλησία δ᾿ ἡ τοιαύτη διαφορὰ καὶ ὡς τὸ ἥμερον διήρηται πρὸς τὸ ἄγριον. ἑτέρα δὲ κατ᾿ εἶδος αὐτῶν τῶν ὁμογενῶν· ὑπὲρ ὧν λεκτέον ἅμα συνεμφαίνοντας καὶ τὰς ἰδίας μορφὰς τῶν μὴ φανερῶν καὶ γνωρίμων.
[*](¹ Plin. 16. 31. 2 Hes. Ορ. 233.)[*](3 Plin. 16. 16. 4 λεκτέον add. Sch.)Δρυὸς δὴ γένη—ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ᾿ ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ᾿ ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργασίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς—γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ᾿ ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ᾿ ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ᾿ ἄλλων. ὡς δ᾿ οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ᾿ ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυφύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ καὶ πικρότατον ἡ αἰγίλωψ.
οὐχ ἅπασαι δὲ γλυκεῖαι ἐν τοῖς γένεσιν ἀλλ᾿ ἐνίοτε καὶ πικραί, καθάπερ ἡ φηγός. διαφέρουσι δὲ καὶ τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασι τῶν βαλάνων. ἴδιον δὲ ἔχουσιν ἥ τε φηγὸς καὶ ἡ ἁλίφλοιος· ἀμφότεραι γὰρ παραλιθάζουσιν ἐν τοῖς ἄρρεσι καλουμένοις ἐξ ἄκρων τῶν βαλάνων ἑκατέρωθεν, αἱ μὲν πρὸς τῷ κελύφει αἱ δὲ πρὸς [*](¹ Plin. 16. 16 and 17.) [*](² See Index, δρῦς and ἡμερίs. ἡμερίς, lit. ‘cultivated oak.’) [*](3 Plin. 16. 20.)
Διαφέρουσι δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς στελέχεσι καὶ τοῖς ξύλοις καὶ τῇ ὅλῃ μορφῇ. ἡ μὲν γὰρ ἡμερὶς οὐκ ὀρθοφυὴς οὐδὲ λεία οὐδὲ μακρά· περίκομος γὰρ ἡ φυτεία καὶ ἐπεστραμμένη καὶ πολυμάσχαλος, ὥστε ὀζώδη καὶ βραχεῖαν γίνεσθαι· τὸ δὲ ξύλον ἰσχυρὸν μὲν ἀσθενέστερον δὲ τῆς φηγοῦ· τοῦτο γὰρ ἰσχυρότατον καὶ ἀσαπέστατον. οὐκ ὀρθοφυὴς δὲ οὐδ᾿ αὕτη ἀλλ᾿ ἧττον ἔτι τῆς ἡμερίδος, τὸ δὲ στέλεχος παχύτατον, ὥστε καὶ τὴν ὅλην μορφὴν βραχεῖαν εἶναι· καὶ γὰρ ἡ φυτεία περίκομος καὶ ταύτῃ καὶ οὐκ εἰς ὀρθόν. ἡ δὲ αἰγίλωψ ὀρθοφυέστατον καὶ ὑψηλότατον καὶ λειότατον καὶ τὸ ξύλον εἰς μῆκος ἰσχυρότατον. οὐ φύεται δὲ ἐν τοῖς ἐργασίμοις ἢ σπανίως.
Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυίᾳ καὶ μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χείριστον μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλιφλοίου, καὶ θριπηδέστατον μετ᾿ ἐκείνην· ἡ γὰρ ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι᾿ ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι᾿ ὃ καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ᾿ ἐγκάρδιον εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι [*](¹ i.e. at the ‘top’ end; πρὸς: ? ἐν, πρὸς being repeated by mistake.) [*](2 ζώων MSS.; ὠῶν conj. Palm. 3 Plin. 16. 22.)
Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγίλωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρομοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ᾿ ἐξ ὀφθαλμοῦ ἀλλ᾿ ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ᾿ ἀλίφλοιος ἐπίμελαν τοῦτο φύει καὶ βραχύ.