Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
XV. Ἡ δὲ Ἡρακλεωτικὴ καρύα—φ ύσει γὰρ καὶ τοῦτ᾿ ἄγριον τῷ τε μηδὲν ἢ μὴ πολὺ χείρω γίνεσθαι τῶν ἡμέρων τὸν καρπόν, καὶ τῷ δύνασθαι χειμῶνας ὑποφέρειν καὶ τῷ πολὺ φύεσθαι κατὰ τὰ ὄρη καὶ πολύκαρπον ἐν τοῖς ὀρείοις· ἔτι δὲ τῷ μηδὲ στελεχῶδες ἀλλὰ θαμνῶδες [*](¹ Part of the description of the flower, and perhaps of the fruit, seems to be missing. Sch.) [*](² cf. 4. 8. 1 ; but in 1. 4. 3 the alder is classed with ‘am phibious’ trees, and in 3. 3. 1 with ‘trees of the plain.’) [*](³ Betulam, G from Plin. 16. 74.)
γένη δὲ δύο ἀμφοῖν· αἱ μὲν γὰρ στρογγύλον αἱ δὲ πρόμακρον φέρουσι τὸ κάρυον· ἐκλευκότερον δὲ τὸ τῶν ἡμέρων. καὶ καλλικαρπεῖ μάλιστά γ᾿ ἐν τοῖς ἐφ ύδροις. ἐξημεροῦται δὲ τὰ ἄγρια μεταφυτευόμενα. φλοιὸν δ᾿ ἔχει λεῖον ἐπιπόλαιον λεπτὸν λιπαρὸν ἰδίως στιγμὰς λευκὰς ἔχοντα ἐν αὐτῷ· τὸ δὲ ξύλον σφόδρα γλίσχρον, ὥστε καὶ τὰ λεπτὰ πάνυ ῥαβδία περιλοπίσαντες κανέα ποιοῦσι, καὶ τὰ παχέα δὲ καταξύσαντες. ἔχει δὲ καὶ ἐντεριώνην λεπτὴν ξανθήν, ᾗ κοιλαίνεται. ἴδιον δ᾿ αὐτῶν τὸ περὶ τὸν ἴουλον, ὥσπερ εἴπομεν.
Τῆς δὲ τερμίνθου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. τὸ μὲν οὖν ἄρρεν ἄκαρπον, δι᾿ ὃ καὶ καλοῦσιν ἄρρεν· τῶν δὲ θηλειῶν ἡ μὲν ἐρυθρὸν εὐθὺς φέρει τὸν καρπὸν ἡλίκον φακὸν ἄπεπτον, ἡ δὲ χλοερὸν ἐνέγκασα μετὰ ταῦτα ἐρυθραίνει, καὶ ἅμα τῇ ἀμπέλῳ πεπαίνουσα τὸ ἔσχατον ποιεῖ μέλανα, μέγεθος ἡλίκον κύαμον, ῥητινώδη δὲ καὶ θυωδέστερον. ἔστι δὲ τὸ δένδρον περὶ μὲν τὴν Ἴδην καὶ Μακεδονίαν βραχὺ θαμνῶδες ἐστραμμένον. περὶ δὲ Δαμασκὸν τῆς Συρίας μέγα καὶ πολὺ καὶ κσλόν· ὄρος γάρ τί φασιν εἶναι πάμμεστον [*](¹ cf C.P. 2. 12. 6. ² cf. Geop. 10. 68.) [*](³ λεῖον conj. W.; πλέον UMVAld.)
ξύλον δὲφ ἔχει γλίσχρον καὶ ῥίζας ἰσχυρὰς κατὰ βάθους. καὶ τὸ ὅλον ἀνώλεθρον· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, τῷ χρώματι δὲ ἐρυθρόν. φύλλον, περὶ ἔνα μίσχον πλείω δαφνοειδῆ κατὰ συζυγίαν. ὥσπερ καὶ τὸ τῆς οἴης· καὶ τὸ ἐξ ἄκρου περιττόν· πλὴν ἐγγωνιώτερον τῆς οἴης καὶ δαφνοειδέστερον δὲ κύκλῳ καὶ λιπαρὸν ἅπαν ἅμα τῷ καρπῷ. φέρει δὲ καὶ κωρυκώδη τινὰ κοῖλα, καθάπερ ἡ πτελέα, ἐν οἶς θηρίδια ἐγγίγνεται κωνωποειδῆ· ἐγγίγνεται δέ τι καὶ ῥητινῶδες ἐν τούτοις καὶ γλίσχρον· οὐ μὴν ἐνθεῦτέν γε ἡ ῥητίνη συλλέγεται ἀλλ᾿ ἀπὸ τοῦ ξύλου. ὁ δὲ καρπὸς οὐκ ἀφίησι ῥητίνης πλῆθος, ἀλλὰ προσέχεται μὲν ταῖς χερσί, κἂν μὴ πλυθῇ μετὰ τὴν συλλογὴν συνέχεται· πλυνόμενος δὲ ὁ μὲν λευκὸς καὶ ἄπεπτος ἐπιπλεῖ, ὁ δὲ μέλας ὑφίσταται.