Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ᾿ ἔχει λεῖον ὑπολίπαρον. ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ μέλανα. τὸ δὲ δένδρον εὐμεγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην. ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνω- λέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ᾿ ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς ὄρεσιν.

ΧΙΙΙ. Ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι· μεγέθει μὲν μέγα· καὶ γὰρ εἰς τέτταρας καὶ εἴκοσι πήχεις· ἔστι δ᾿ ὀρθοφυὲς σφόδρα· πάχος δὲ ὥστε καὶ δίπηχυν τὴν περίμετρον ἀπὸ τῆς ῥίζης ἔχειν. φύλλον δ᾿ ὅμοιον τῷ τῆς μεσπίλης σκληρὸν δὲ σφόδρα καὶ παχύτερον, ὥστε τῇ χροιᾷ πόρρωθεν φανερὸν εἶναι τὸ δένδρον. φλοιὸν δὲ τὴν λειότητα καὶ τὴν χρόαν καὶ τὸ πάχος ὅμοιον φιλύρᾳ, δι᾿ ὃ καὶ τὰς κίστας ἐξ αὐτοῦ ποιοῦσιν ὥσπερ καὶ ἐκ τοῦ τῆς φιλύρας. περιπέφυκε δὲ οὗτος οὔτε ὀρθοφυὴς οὔτε κύκλῳ κατ᾿ ἶσον, ἀλλ᾿ ἑλικηδὸν περιείληφε κάτωθεν ἄνω [*](¹ ὅσαπερ μὴ conj. Bod.; ὥσπερ τὰ Ald.; ὅστε τὰ M.) [*](² κόμην Ald. Η.; κωορυφὴν conj. Sch.; vertice G.) [*](³ Plin. 16. 125: cf. 16. 74; 17. 234.) [*](4 παχύτερον: so quoted by Athen. 2. 34; πλατύτερον MSS.)

244
προσάγων, ὥσπερ ἡ διαγραφὴ τῶν φύλλων· και λοπιζόμενος οὗτος ἐντδέρεται, ἐκεῖνος δ᾿ ἐπίτομος γίνεται καὶ οὐ δύναται· μέρος δ᾿ αὐτοῦ τι τὸν αὐτὸν τρόπον ἀφαιρεῖται κατὰ πάχος σχιζόμενον λεπτὸν ὡς ἂν φύλλον, τὸ δὲ λοιπὸν προσμένειν τε δύναται καὶ σώζει τὸ δένδρον ὡσαύτως περιπεφυκός.

περιαιρουμένου δὲ ὅταν λοπᾷ τοῦ φλοιοῦ συνεκραίνει καὶ τότε τὴν ὑγρότητα· καὶ ὅταν ὁ ἔξω χιτὼν περιαιρεθῇ, μόνον ὁ ὑπολιπὴς ἐπιμελαίνεται ὥσπερ μυξώδει ὑγρασίᾳ, καὶ πάλιν ὑποφύεται τῷ δευτέρῳ ἔτει χιτὼν ἄλλος ἀντ᾿ ἐκείνου πλὴν λεπτότερος. πέφυκε καὶ τὸ ξύλον ὅμοιον ταῖς ἰσὶ τῷ φλοιῷ στρεπτῶς ἑλιττόμενον· καὶ οἱ ῥάβδοι φύονται τὸν αὐτὸν τρόπον εὐθύς· τοὺς ὄζους δ᾿ αὐξανομένου συμβαίνει τοὺς μὲν κάτω ἀεὶ ἀπόλλυσθαι τοὺς δ᾿ ἄνω αὔξειν.

3 τὸ δ᾿ ὅλον οὐ πολύοζον τὸ δένδρον ἀλλ᾿ ἀνοζότερον πολὺ τῆς αἰγείρου. πολύρριζον δὲ καὶ ἐπιπολαιόρριζον οὐκ ἄγαν δὲ παχύρριζον· ἡ δ᾿ ἐπιστροφὴ καὶ τῆς ῥίζης καὶ τοῦ φλοιοῦ τοῦ περὶ αὐτὴν ἡ αὐτή. ἄνθος δὲ λευκὸν ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρὸς ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρὸς τοῦ δὲ κεράσου μαλακός. φύεται δ᾿ ὅπου καὶ ἡ φίλυρα, τὸ δὲ ὅλον ὅπου ποταμοὶ καὶ ἔφυδρα.