Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Μεταφυτεύουσι δὲ οἱ μὲν ἄλλοι τοῦ ἦρος· οἱ δὲ ἐν Βαβυλῶνι περὶ τὸ ἄστρον, ὅτε καὶ ὅλως οἵ γε πολλοὶ φυτεύουσιν, ὡς καὶ παραγινομένου καὶ αὐξανομένου θᾶττον. νέου μὲν ὄντος οὐχ ἅπτονται, πλὴν ἀναδοῦσι τὴν κόμην, ὅπως ὀρθοφυῆ τ᾿ ᾖ καὶ αἱ ῥάβδοι μὴ ἀπαρτῶνται. μετὰ δὲ ταῦτα περιτέμνουσιν, ὁπόταν ἁδρὸς ἤδη γένηται καὶ πάχος ἔχῃ. ἀπολείπουσι δὲ ὅσον σπιθαμὴν τῶν ῥάβδων. φέρει δὲ ἕως μὲν ἂν ᾖ νέος ἀπύρηνον τὸν καρπόν, μετὰ δὲ τοῦτο πυρηνώδη.
Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ᾿ ἢ διακαθαίρουσι καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον τὸ ναματιαῖον ὕδωρ ἡ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινικόφυτα τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυκέναι τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ᾿ ἀμφοτέρως ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ [*](¹ cf. 7. 5. 1. Plin. 13. 37.) [*](2 συμπαραβάλλουσι conj. Sch. from G; συμwαραλαμβάνουσ. UAld. 4 cf. Plin. 13. 38.)
Γένη δὲ τῶν φοινίκων ἐστὶ πλείω· πρῶτον μὲν καὶ ὥσπερ ἐν μεγίστῃ διαφορᾷ τὸ μὲν κάρπιμον τὸ δὲ ἄκαρπον, ἐξ ὦν οἱ περὶ Βαβυλῶνα τάς τε κλίνας καὶ τἆλλα σκεύη ποιοῦνται. ἔπειτα τῶιν καρπίμων οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι· διαφέρουσι δὲ ἀλλήλων, καθ᾿ ἃ ὁ μὲν ἄρρην ἄνθος πρῶτον φέρει ἐπὶ τῆς σπάθης, ἡ δὲ θήλεια καρπὸν εὐθὺ μικρόν. αὐτῶν δὲ τῶν καρπῶν διαφοραὶ πλείους· οἱ μὲν γὰρ ἀπύρηνοι οἱ δὲ μαλακοπύρηνοι· τὰς χροιὰς οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες οἱ δὲ ξανθοί· τὸ δ᾿ ὅλον οὐκ ἐλάττω χρώματά φασιν εἶναι τῶν συκῶν οὐδ᾿ ἀπλῶς τὰ γένη· διαφέρειν δὲ καὶ κατὰ τὰ μεγέθη καὶ κατὰ τὰ σχήματα· καὶ γὰρ σφαιροειδεῖς ἐνίους ὡσανεὶ μῆλα καὶ τὰ μεγέθη τηλικούτους ὡς τέτταρας εἰς τὸν πῆχυν εἶναι, ἔπτα καὶ εὐπόδους· ἄλλους δὲ μικροὺς ἡλίκους ἐρεβίνθους. καὶ τοῖς χυλοῖς δὲ πολὺ διαφέροντας.
Κράτιστον δὲ καὶ τῶν λευκῶν καὶ τῶν μελάνων τὸ βασιλικὸν καλούμενον γένος ἐν ἑκατέρῳ καὶ μεγέθει καὶ ἀρετῇ· σπάνια δ᾿ εἶναι ταῦτα λέγουσι· σχεδὸν γὰρ ἐν μόνῳ τῷ Βαγῴου κήπῳ τοῦ παλαιοῦ περὶ Βαβυλῶνα. ἐν Κύπρῳ δὲ ἴδιόν τι γένος φοινίκων ἐστὶν ὃ οὐ πεπαίνει τὸν καρπόν, ἀλλ᾿ ὠμὸς ὢν ἡδὺς σφόδρα καὶ γλυκύς ἐστι· τὴν δὲ γλυκύτητα ἰδίαν ἔχει. ἔνιοι δ᾿ οὐ μόνον διαφέρουσι [*](1 Plin. 13. 39.) [*](2 πρῶτον conj. Sch..; πρῶτος UMVAld.) [*](³ πῆχυν conj. R. Coast. from Plin. 13. 45. and G, cf. Diod. 2 53; στάχυν MUVAld.) [*](⁴ ἕπτα καὶ εὐπόδους UMV: the words perhaps conceal a)