Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἄλλο δέ τι γένος ἐστὶν ὅ φασι γίνεσθαι πλεῖστον περὶ τὴν Αἰθιοπίαν, ὃ καλοῦσι κόικας· οὗτοι δὲ θαμνώδεις, οὐχὶ ἓν τὸ στέλεχος ἔχοντες ἀλλὰ πλείω καὶ ἐνίοτε συνηρτημένα μέχρι τινὸς εἰς ἕν, τὰς δὲ ῥάβδους οὐ μακρὰς μὲν ἀλλ᾿ ὅσον πηχυαίας, ἀλλὰ λείας, ἐπὶ δὲ τῶν ἄκρων τὴν κόμην. ἔχουσι δὲ καὶ τὸ φύλλον πλατὺ καὶ ὥσπερ ἐκ δυοῖν συγκείμενον ἐλαχίστοιν. καλοὶ δὲ καὶ τῇ ὄψει φαίνονται· τὸν δὲ καρπὸν καὶ τῷ σχήματι καὶ τῷ μεγέθει καὶ τῷ χυλῷ διάφορον ἔχουσι· στρογγυλώτερον γὰρ καὶ μείζω καὶ εὐστομώτερον ἧττον δὲ γλυκύν. πεπαίνουσι δὲ ἐν τρισὶν ἔτεσιν ὥστ᾿ ἀεὶ καρπὸν ἔχειν, ἐπικαταλαμβάνοντος τοῦ νέου τὸν ἔνον· ποιοῦσι δὲ καὶ ἄρτους ἐξ αὐτῶν· περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.
Οἱ δὲ χαμαιρριφεῖς καλούμενοι τῶν φοινίκων ἕτερόν τι γένος ἐσ τὶν ὥσπερ ὁμώνυμον· καὶ γὰρ ἐξαιρεθέντος τοῦ ἐγκεφάλου ζῶσι καὶ κοπέντες ἀπὸ τῶν ῥιζῶν παραβλαστάνουσι. διαφέρουσι δὲ καὶ τῷ καρπῷ καὶ τοῖς φύλλοις· πλατὺ γὰρ καὶ μαλακὸν ἔχουσι τὸ φύλλον, δι᾿ καὶ πλέκουσιν ἐξ αὐτοῦ τάς τε σπυρίδας καὶ τοὺς φορμούς· πολλοὶ δὲ καὶ ἐν τῇ Κρήτῃ γίνονται καὶ ἔτι μᾶλλον ἐν Σικελίᾳ. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον εἴρηται τῆς ὑποθέσεως.
[*](1 Plin. 13. 47.)[*](2 κόϊκας conj. Salm. cf. 1. 10. 5, and the probable reading in Plin. l.c.)[*](3 συνηρτημένα μέχρι τινὸς εἰς ἕν conj. W,; συνηρτημένας μὲν)Ἐν δὲ ταῖς τῶν ἄλλων φυτείαις ἀνάπαλιν τίθενται τὰ φυτευτήρια, καθάπερ τῶν κλημάτων. οἱ μὲν οὖν οὐθὲν διαφέρειν φασὶν ἥκιστα δὲ ἐπὶ τῶν ἀμπέλων· ἔνιοι δὲ ῥόαν δασύνεσθαι καὶ σκιάζειν μᾶλλον τὸν καρπόν· ἔτι δὲ ἦττον ἀποβάλλειν τοὺς κυτίνους. συμβαίνειν δὲ τοῦτό φασι καὶ ἐπὶ τῆς συκῆς· οὐ γὰρ ἀποβάλλειν ἀνάπαλιν φυτευθεῖσαν, ἔτι δ᾿ εὐβατωτέραν γίνεσθαι· οὐκ ἀποβάλλειν δὲ οὐδ᾿ ἐάν τις ἀποκλάσῃ φυομένης εὐθὺς τὸ ἄκρον.
Αἱ μὲν οὖν φυτεῖαι καὶ γενέσεις ὃν τρόπον ἔχουσι σχεδὸν ὡς τύπῳ περιλαβεῖν εἴρηνται.
VII. Περὶ δὲ τῆς ἐργασίας καὶ τῆς θεραπείας τὰ μέν ἐστι κοινὰ τὰ δὲ ἴδια καθ᾿ ἕκαστον. κοινὰ μὲν ἥ τε σκαπάνη καὶ ἡ ὑδρεία καὶ ἡ κόπρωσις, ἔτι δὲ ἡ διακάθαρσις καὶ ἀφαίρεσις τῶν αὔων. διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον. τὰ μὲν φίλυδρα καὶ φιλόκοπρα τὰ δ᾿ οὐχ ὁμοίως, οἶον ἡ κυπάριττος, ἥπερ οὐ φιλόκοπρον οὐδὲ φίλυδρον, ἀλλὰ καὶ ἀπόλλυσθαί φασιν ἐάν γε νέαν οὖσαν ἐφυδρεύωσι πολλῷ. ῥόα δὲ καὶ ἄμπελος φίλυδρα. συκῆ δὲ εὐβλαστοτέρα μὲν ὑδρευομένη τὸν δὲ καρπὸν ἴσχει χείρω πλὴν τῆς Λακωνικῆς· αὕτη δὲ φίλυδρος.
[*](¹ ἀνάταλιν conj. Sch.; τἀνάπαλιν Ald. cf. C P. 2. 9. 4; Geop. 10. 45; Plin. 17. 84. ² οὖν ins. H.)[*](2 δασύνεσθαι: see LS. reff. s.v. δασύς.)[*](4 cf. C P. 2. 9. 3.)[*](5 εὐβατωτέραν (i.e. ‘more manageable’). The reference is to a method of keeping the tree dwarf (Bod.). Plin. l.c. has)Διακαθαίρεσθαι δὲ πάντα ζητῖ· βελτίω γὰρ τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ και τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι᾿ ὃ καὶ --- ὅταν ᾖ γεράνδρυον ὅλως κόπτουσιν· ἡ γὰρ βλάστησις νέα γίνεται τοῦ δένδρου. πλείστης δὲ διακαθάρσεώς φησιν Ἀνδροτίων δεῖσθαι μύρρινον καὶ ἐλάαν· ὅσῳ γὰρ ἂν ἐλάττω καταλίπῃς, ἄμεινον βλαστήσει καὶ τὸν καρπὸν οἴσει πλείω· πλὴιν ἀμπέλου δῆλον ὅτι· ταύτῃ γὰρ ἀναγκαιότερον καὶ πρὸς βλάστησιν καὶ πρὸς εὐκαρπίαν. ἁπλῶς δὲ καὶ ταύτην καὶ τὴν ἄλλην θεραπείαν πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ ποιητέον.
Δεῖσθαι δέ φησιν Ἀνδροτίων καὶ κόπρου δριμυτάτης καὶ πλείστης ὑδρείας, ὥσπερ καὶ τῆς διακαθάρσεως, ἐλάαν καὶ μύρρινον καὶ ῥόαν· οὐ γὰρ ἔχειν μήτραν οὐδὲ νόσημα κατὰ γῆς οὐδέν· ἀλλ᾿ ἐπειδὰν παλαιὸν ᾖ τὸ δένδρον, ἀποτέμνειν δεῖν τοὺς ἀκρεμόνας ἔπειτα τὸ στέλεχος θεραπεύειν ὡσπερὰν ἐξ ἀρχῆς φυτευθέν· οὕτω δε φασι πολυχρονιώτερα καὶ ἰσχυρότατα μύρρινον εἶναι καὶ ἐλάαν. ταῦτα μὲν οὖν ἐπισκέψαιτ ἄν τις, εἰ καὶ μὴ πάντα ἀλλὰ περί γε τῆς μήτρας.
Ἡ δὲ κόπρος οὕτε πᾶσιν ὁμοίως οὖθ᾿ ἡ αὐτὴ πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ δ᾿ ἦττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου, [*](¹ Plin. 17. 248. ² Name of tree missing. Sch.) [*](3 cf. C.P. 3. 10. 4. ⁴ ταύτῃ conj. W.; ταύτης Ald.)
Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν, ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτραφέστερα γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονιορτὸς ἔνια καὶ θάλλειν ποιεῖν, οἶον τὸν βότρυν, δι᾿ ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον. τὴν δ᾿ ἄμπελον οὕ φασί τινες δεῖν ἢ ὑποκονίειν οὐδ᾿ ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος, ἀλλ᾿ εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν οὖν τούτων ἀμφισβητοῦσιν.