Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Καὶ ταῦτα μὲν ὡς τέρατα καὶ παρὰ φύσιν ὑπολαμβάνουσιν· ὅσα δὲ συνήθη τῶν τοιούτων οὐδὲ θαυμάζουσιν ὅλως· οἷον τὸ τὴν κάπνειον ἄμπελον καλουμένην καὶ ἐκ μέλανος βότρυος λευκὸν καὶ ἐκ λευκοῦ μέλανα φέρειν· οὐδὲ γὰρ οἱ μάντεις τὰ τοιαῦτα κρίνουσιν· ἐπεὶ οὐδὲ ἐκεῖνα, παρ᾿ οἷς πέφυκεν ἡ χώρα μεταβάλλειν, ὥσπερ ἐλέχθη περὶ τῆς ῥόας ἐν Αἰγύπτῳ· ἀλλὰ τὸ ἐνταῦθα θαυμαστόν, διὰ τὸ μίαν μόνον ἢ δύο, καὶ ταύτας ἐν τῷ παντὶ χρόνῳ σπανίας. οὐ μὴν ἀλλ᾿ εἴπερ συμβαίνει, μᾶλλον ἐν τοῖς καρποῖς γίνεσθαι τὴν παραλλαγὴν ἢ ἐν ὅλοις τοῖς δένδροις.

3 Ἐπεὶ καὶ τοιαύτη τις ἀταξία γίνεται περὶ τοὺς καρπούς· οἷον ἤδη ποτὲ συκῆ τὰ σῦκα ἔφυσεν ἐκ τοῦ ὄπισθεν τῶν θρίων· καὶ ῥόα δὲ καὶ ἄμπελος ἐκ τῶν στελεχῶν, καὶ ἄμπελος ἄνευ φύλλων καρπὸν ἤνεγκεν. ἐλάα δὲ τὰ μὲν φύλλα ἀπέβαλε τὸν δὲ καρπὸν ἐξήνεγκεν· ὃ καὶ Θετταλῷ τῷ Πεισιστράτου γενέσθαι λέγεται. συμβαίνει δὲ καὶ διὰ χειμῶνας τοῦτο καὶ δι᾿ ἄλλας αἰτίας ἔνια τῶν δοκούντων εἶναι παρὰ λόγον οὐκ ὄντων δέ· οἷον ἐλάα ποτ᾿ ἀποκαυθεῖσα τελέως ἀνεβλάστησεν ὅλη, καὶ αὐτὴ καὶ ἡ θαλία. ἐν δὲ τῇ Βοιωτίᾳ καταβρωθέντων τῶν ἐρνῶν ὑπ᾿ ἀττελέβων πάλιν [*](¹ ἐπὶ conj. Sch.; ἐξ Ald. H.) [*](² cf. C.P. 5. 3. 1 and 2; Arist. de gen. an. 4. 4; Hesych. s. v. καπνίας; Schol. ad Ar. Vesp. 151. ³ 2. 2. 7.) [*](⁴ εἰκὸς has perhaps dropped out. Sch.) [*](5 θρίων conj. R. Const., cf. C.P. 5. 1. 7 and 8; 5. 2. 2; ἐρινεῶν P2,Ald. cf. also Athen. 3. 11.)

122
ἀνεβλάστησε· τὰ δ᾿ οἷον ἀπέπεσεν. ἥκιστα δ᾿ ἴσως τὰ τοιαῦτα ἄτοπα διὰ το φανερὰς ἔχειν τὰς αἰτίας, ἀλλὰ μᾶλλον τὸ μὴ ἐκ τῶν οἰκείων τόπων φέρειν τοὺς καρποὺς ἢ μὴ οἰκείους· καὶ μάλιστα δ᾿ εἰ τῆς ὅλης φύσεως γίνεται μεταβολή, καθάπερ ἐλέχθη. περὶ μὲν οὖν τὰ δένδρα τοιαῦται τινές εἰσι μεταβολαί.

IV. Τῶν δὲ ἄλλων τό τε σισύμβριον εἰς μίνθαν δοκεῖ μεταβάλλειν, ἐὰν μὴ κατεχηται τῇ θεραπείᾳ, δι᾿ ὃ καὶ μεταφυτεύουσι πολλάκις, καὶ ὁ πυρὸς εἰς αἶραν. ταῦτα μὲν οὖν ἐν τοῖς δένδροις αὐτομάτως, εἴπερ γίνεται. τὰ δ᾿ ἐν τοῖς ἐπετείοις διὰ παρασκευῆς· οἷον ἡ τίφη καὶ ἡ ζειὰ μεταβάλλουσιν εἰς πυρὸν ἐὰν πτισθεῖσαι σπείρωνται. καὶ τοῦτ᾿ οὐκ εὐθὺς ἀλλὰ τῷ τρίτῳ ἔτει. σχεδὸν δὲ παραπλήσιον τοῦτό γε τῷ τὰ σπέρματα κατὰ τὰς χώρας μεταβάλλειν· μεταβάλλει γὰρ καὶ ταῦτα καθ᾿ ἑκάστην χώραν καὶ σχεδὸν ἐν τῷ ἴσῳ χρόνῳ καὶ ἡ τίφη. μεταβάλλουσι δὲ καὶ οἱ ἄγριοι πυροὶ καὶ αἱ κριθαὶ θεραπευόμεναι καὶ ἐξημερούμεναι κατὰ τὸν ἴσον χρόνον.

Καὶ ταῦτα μὲν ἔοικε χώρας τε μεταβολῇ και θεραπείᾳ γίνεσθαι· καὶ ἔνια ἀμφοτέροις, τὰ δὲ τῇ θεραπείᾳ μόνον· οἷον πρὸς τὸ τὰ ὄσπρια μὴ γίνεσθαι ἀτεράμονα βρέξαντα κελεύουσιν ἐν νίτρῳ [*](¹ οἰκείους· καὶ I conj.; οἰκειοῦται UMV; οἰκείως Ald. H.; ἐοικότας conj. W. ² εἰ ins. Sch. ³ 2. 3. 1.) [*](4 cf. 6. 7. 2; Plin. 19. 176.) [*](5 i. e. to prevent the change which cultivated soil induces.)

124
νύκτα τῇ ὑστεραίᾳ σπείρειν ἐν ξηρᾷ· φακοὺς ὥστε ἁδροὺς γίνεσθαι φυτεύουσιν ἐν βολίτῳ· τοὺς ἐρεβίνθους δέ, ὥστε μεγάλους, αὐτοῖς τοῖς κελύφεσι βρέξαντα σπείρειν. μεταβάλλουσι δὲ καὶ κατὰ τὰς ὥρας τοῦ σπόρου πρὸς κουφότητα καὶ ἀλυπίαν· οἷον ἐάν τις τοὺς ὀρόβους ἐαρινοὺς σπείρῃ τρισάλυποι γίνονται, καὶ οὐχ ὡς οἱ μετοπωρινοὶ βαρεῖς.

Γίνεται δὲ καὶ ἐν τοῖς λαχάνοις μεταβολὴ διὰ τὴν θεραπείαν· οἷον τὸ σέλινον, ἐὰν σπαρὲν καταπατηθῇ καὶ κυλινδρωθῇ, ἀναφ ύεσθαί φασιν οὖλον. μετσβάλλει δὲ καὶ τὴν χώραν ἐξαλλάττοντα, καθάπερ καὶ τἆλλα. καὶ τὰ μὲν τοιαῦτα κοινὰ πάντων ἐστίν. εἰ δὲ κατά τινα πήρωσιν ἢ ἀφαίρεσιν μέρους δένδρον ἄγονον γίνεται, καθάπερ τὰ ζῶα, τοῦτο σκεπτέον· οὐδὲν γοῦν φανερὸν κατά γε τὴν διαίρεσιν εἰς τὸ πλείω καὶ ἐλάττω φέρειν ὥσπερ κακούμενον, ἀλλ᾿ ἢ ἀπόλλυται τὸ ὅλον ἢ διαμένον καρποφορεῖ. τὸ δὲ γῆρας κοινή τις φθορὰ πᾶσιν.

Ἄ τοπον δ᾿ ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ γὰρ κατὰ τὰς ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσπερ ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις, ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβάδων. [*](¹ νύκτα I conj.; νυκτὶ MSS.) [*](² ἐν βολίτῳ conj. Milas. on Geop. 3. 27; ἔμβολον UMV Ald. cf. C.P. 5 6. 11; Col. 2. 10. 15; Plin. 18. 198.) [*](3 cf. C.P. 5. 6. 11; Geop 2. 3. 6.) [*](⁴ ἀλυπίαν conj. Sch.; δι᾿ ἀλυπίας M; δι᾿ ἀλυπίαν Ald).

126
φανερώτατα δὲ καὶ κατὰ τὰς γενέσεις ἔνια, καὶ μεταβάλλει διὰ πλειόνων ζωων· οἷον ἐκ κάμπης γίνεται χρυσαλλὶς εἶτ᾿ ἐκ ταύτης ψυχή· καὶ ἐπ᾿ ἄλλων δ᾿ ἐστὶ τοῦτο πλειόνων, οὐδὲν ἴσως ἄτοπον, οὐδ᾿ ὅμοιον τὸ ζητούμενον. ἀλλ᾿ ἐκεῖνο συμβαίνει περὶ τὰ δένδρα καὶ ὅλως πᾶσαν τὴν ὕλην, ὥσπερ ἐλέχθη καὶ πρότερον, ὥστε αὐτομάτην μεταβλαστάνειν μεταβολῆς τινος γινομένης ἐκ τῶν οὐρανίων τοιαύτης. τὰ μὲν οὖν περὶ τὰς γενέσεις καὶ μεταβολὰς ἐκ τούτων θεωρητέον.

V. Ἐπεὶ δὲ καὶ αἱ ἐργασίαι καὶ αἱ θεραπεῖαι μεγάλα συμβάλλονται, καὶ ἔτι πρότερον αἱ φυτεῖαι καὶ ποιοῦσι μεγάλας διαφοράς, λεκτέον καὶ περὶ τούτων.

Καὶ πρῶτον περὶ τῶν φυτειῶν. αἱ μὲν οὖν ὧραι πρότερον εἴρηνται καθ᾿ ἃς δεῖ. τὰ δὲ φυτὰ λαμβάνειν κελεύουσιν ὡς κάλλιστα καὶ ἐξ ὁμοίας γῆς εἰς ἣν μέλλεις φυτεύειν, ἢ χειρονος· τοὺς δὲ γυροὺς προορύττειν ὡς πλείστου χρόνου καὶ βαθυτέρους αἰεὶ καὶ τοῖς ἐπιπολαιορριζοτέροις.

[*](¹ i. e. in the instance given the development of an insect exhibits, not one, but a series of changes from one creature to another.)[*](² Whereas the metamorphoses mentioned above are inde- pendent of climatic conditions.)[*](3 δε conj. W.; τε Ald.)[*](4 κάλλιστα conj. W., cf. C.P. 3. 24. 1; τάχιστα MV Ald.; τὰ χίστα U.)
128

Λέγουσι δέ τινες ὡς οὐδεμία κατωτέρω διικνεῖται τριῶν ἡμιποδίων· δι᾿ ὃ καὶ ἐπιτιμῶσι τοῖς ἐν μείζονι βάθει φυτεύουσιν· οὐκ ἐοίκασι δὲ ὀρθῶς λέγειν ἐπὶ πολλῶν· ἀλλ᾿ ἐὰν ἡ χώματος ἐπιλάβηται βαθέος ἢ καὶ χώρας τοιαύτης ἢ καὶ τόπου, πολλῷ μακροτέραν ὠθεῖ τὸ τῇ φύσει βαθύρριζον. πεύκην δέ τις ἔφη μεταφυτεύων μεμοχλευμένην μείζω τὴν ῥίζαν ἔχειν ὀκτάπηχυν καίπερ οὐχ ὅλης ἐξαιρεθείσης ἀλλ᾿ ἀπορραγεισης.