Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
III. Φασὶ δ᾿ οὖν αὐτομάτην τινὰ γίνεσθαι τῶν τοιούτων μεταβολήν, ὁτὲ μὲν τῶν καρπῶν ὁτὲ δὲ καὶ ὅλως αὐτῶν τῶν δένδρων, ἂ καὶ σημεῖα νομίζουσιν οἱ μάντεις· οἷον ῥόαν ὀξεῖαν γλυκεῖαν ἐξενεγκεῖν καὶ γλυκεῖαν ὀξεῖαν· καὶ πάλιν ἁπλῶς αὐτὰ τὰ δένδρα μεταβάλλειν, ὥστε ἐξ ὀξείας γλυκεῖαν γίνεσθαι καὶ ἐκ γλυκείας ὀξεῖαν· χεῖρον δὲ τὸ εἰς γλυκεῖαν μεταβάλλειν. καὶ ἐξ ἐρινεοῦ συκῆν καὶ ἐκ συκῆς ἐρινεόν· χεῖρον δὲ τὸ ἐκ συκῆς. καὶ ἐξ ἐλάας κότινον καὶ ἐκ κοτίνου ἐλάαν· ἥκιστα δὲ τοῦτο. πάλιν δὲ συκῆν ἐκ [*](1 περικοπείς conj W.; περισκοπτεῖς U; περικόπτης Ald.) [*](2 φαυλίας conj. Salm.; φαύλους U; θάλος Ald. cf. Plin. 16. 244. These olives produced little oil, but were valued for perfumery : see C.P.6.8.3 and 5; de odor., 15.) [*](3 οὐ add. Salm.; om. MSS. (?) Ald. H.)
Καὶ ταῦτα μὲν ὡς τέρατα καὶ παρὰ φύσιν ὑπολαμβάνουσιν· ὅσα δὲ συνήθη τῶν τοιούτων οὐδὲ θαυμάζουσιν ὅλως· οἷον τὸ τὴν κάπνειον ἄμπελον καλουμένην καὶ ἐκ μέλανος βότρυος λευκὸν καὶ ἐκ λευκοῦ μέλανα φέρειν· οὐδὲ γὰρ οἱ μάντεις τὰ τοιαῦτα κρίνουσιν· ἐπεὶ οὐδὲ ἐκεῖνα, παρ᾿ οἷς πέφυκεν ἡ χώρα μεταβάλλειν, ὥσπερ ἐλέχθη περὶ τῆς ῥόας ἐν Αἰγύπτῳ· ἀλλὰ τὸ ἐνταῦθα θαυμαστόν, διὰ τὸ μίαν μόνον ἢ δύο, καὶ ταύτας ἐν τῷ παντὶ χρόνῳ σπανίας. οὐ μὴν ἀλλ᾿ εἴπερ συμβαίνει, μᾶλλον ἐν τοῖς καρποῖς γίνεσθαι τὴν παραλλαγὴν ἢ ἐν ὅλοις τοῖς δένδροις.
3 Ἐπεὶ καὶ τοιαύτη τις ἀταξία γίνεται περὶ τοὺς καρπούς· οἷον ἤδη ποτὲ συκῆ τὰ σῦκα ἔφυσεν ἐκ τοῦ ὄπισθεν τῶν θρίων· καὶ ῥόα δὲ καὶ ἄμπελος ἐκ τῶν στελεχῶν, καὶ ἄμπελος ἄνευ φύλλων καρπὸν ἤνεγκεν. ἐλάα δὲ τὰ μὲν φύλλα ἀπέβαλε τὸν δὲ καρπὸν ἐξήνεγκεν· ὃ καὶ Θετταλῷ τῷ Πεισιστράτου γενέσθαι λέγεται. συμβαίνει δὲ καὶ διὰ χειμῶνας τοῦτο καὶ δι᾿ ἄλλας αἰτίας ἔνια τῶν δοκούντων εἶναι παρὰ λόγον οὐκ ὄντων δέ· οἷον ἐλάα ποτ᾿ ἀποκαυθεῖσα τελέως ἀνεβλάστησεν ὅλη, καὶ αὐτὴ καὶ ἡ θαλία. ἐν δὲ τῇ Βοιωτίᾳ καταβρωθέντων τῶν ἐρνῶν ὑπ᾿ ἀττελέβων πάλιν [*](¹ ἐπὶ conj. Sch.; ἐξ Ald. H.) [*](² cf. C.P. 5. 3. 1 and 2; Arist. de gen. an. 4. 4; Hesych. s. v. καπνίας; Schol. ad Ar. Vesp. 151. ³ 2. 2. 7.) [*](⁴ εἰκὸς has perhaps dropped out. Sch.) [*](5 θρίων conj. R. Const., cf. C.P. 5. 1. 7 and 8; 5. 2. 2; ἐρινεῶν P2,Ald. cf. also Athen. 3. 11.)
IV. Τῶν δὲ ἄλλων τό τε σισύμβριον εἰς μίνθαν δοκεῖ μεταβάλλειν, ἐὰν μὴ κατεχηται τῇ θεραπείᾳ, δι᾿ ὃ καὶ μεταφυτεύουσι πολλάκις, καὶ ὁ πυρὸς εἰς αἶραν. ταῦτα μὲν οὖν ἐν τοῖς δένδροις αὐτομάτως, εἴπερ γίνεται. τὰ δ᾿ ἐν τοῖς ἐπετείοις διὰ παρασκευῆς· οἷον ἡ τίφη καὶ ἡ ζειὰ μεταβάλλουσιν εἰς πυρὸν ἐὰν πτισθεῖσαι σπείρωνται. καὶ τοῦτ᾿ οὐκ εὐθὺς ἀλλὰ τῷ τρίτῳ ἔτει. σχεδὸν δὲ παραπλήσιον τοῦτό γε τῷ τὰ σπέρματα κατὰ τὰς χώρας μεταβάλλειν· μεταβάλλει γὰρ καὶ ταῦτα καθ᾿ ἑκάστην χώραν καὶ σχεδὸν ἐν τῷ ἴσῳ χρόνῳ καὶ ἡ τίφη. μεταβάλλουσι δὲ καὶ οἱ ἄγριοι πυροὶ καὶ αἱ κριθαὶ θεραπευόμεναι καὶ ἐξημερούμεναι κατὰ τὸν ἴσον χρόνον.