Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ᾿ ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.
Αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὦν ἡ σύνθεσις. αἱ δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις οἷον σκληρότης μαλακότης γλισχρότης κραυρότης πυκνότης μανότης κουφότης βαρύτης καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ μὲν γὰρ ἰτέα καὶ χλωρὸν εὑθὺ κοῦφον, ὥσπερ ὁ φελλός, ἡ δὲ πύξος καὶ ἡ ἔβενος οὐδὲ αὐανθέντα. καὶ τὰ μὲν σχίζεται, καθάπερ τὰ τῆς [*](¹ ῥάμνου conj. W.; θάμνου F2; βαλάνου Ald. H.) [*](² κωνοίου conj Sch.; κωνίου Ald. U (corrected to κωνείου). cf. 7. 6. 4.) [*](3 ἄϊνα conj Sch from G.; δὲ βῖνα U; δὲ μανά Ald.; δὲ . . . να M.) [*](⁴ ὑλήματα conj. Sch. (a general berm including shrubs, under-shrubs, etc. cf. 1. 6. 7; 1. 10. 6); κλήματα, Ald.)
Δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν νῆς φύσεως. εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυπορεῖν, εὔθραυστον δὲ ἡ ἐλάα διὰ τὸ σκολιὸν καὶ σκληρόν. εὔκαμπτον δὲ ἡ φίλυρα καὶ ὅσα ἄλλα διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα πρὸς τὴν φύσιν πως ἀνάγεται.